Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kaibel 1894

ἐκεῖνον μὲν ἀπέστησε καταγελάσας, αὐτὸς δὲ διὰ τῶν ἑαυτοῦ χειρῶν μόνων ἐτόλμησε διασπᾶν αὐτό. κἄπειθ’ ὅσον εἶχεν ἰσχύος εὐθὺς ἐν τῇ πρώτῃ προσβολῇ πληρώσας διέστησε μὲν ἑκατέρωσε τὰ μέρη τοῦ ξύλου, τῶν σφηνῶν δ’ ἐκπεσόντων ἐν τῷδε τὸ λοιπὸν τοῦ ξύλου μέρος ἀδυνατῶν διαστῆσαι μέχρι πολλοῦ μὲν ἀντεῖχεν, ὕστερον δὲ νικηθεὶς οὐκ ἔφθασε κομίσασθαι τὰς χεῖρας, ἀλλ’ ὑπὸ τῶν μερῶν τοῦ ξύλου συνελθόντων ἀλλήλοις καταληφθεῖσαι συνετρίβησαν μὲν αὗται πρῶται, θανάτου δ’ οἰκτροῦ τῷ Μίλωνι κατέστησαν αἴτιαι. πάνυ μὲν οὖν ὤνησεν αὐτὸν εἰς τὸ μηδὲν παθεῖν ὁ νεκρὸς ταῦρος ἐν τῷ σταδίῳ βασταχθείς· ἢ τὸ κοινὸν τῶν Ἑλλήνων ἔσωσεν ἄν, ἡνίκα πρὸς τὸν βάρβαρον ἐπολέμουν, ἡ τοιαύτη τοῦ Μίλωνος ἐνέργεια [περὶ τὸν ταῦρον], ἀλλ’ οὐχ ἡ Θεμιστοκλέους σοφία πρῶτον μὲν ὑποκριναμένου καλῶς τὸν χρησμόν, εἶτα στρατηγήσαντος ὡς ἐχρῆν; ‘σοφὸν γὰρ ἓν βούλευμα 〈τὰς〉 πολλὰς χέρας νικᾷ, σὺν ὅπλοις δ’ ἀμαθία χεῖρον κακόν.

ὅτι μὲν εἰς οὐδὲν τῶν κατὰ τὸν βίον ἔργων χρήσιμος ἡ τῶν ἀθλητῶν ἄσκησις, εὖ οἶδ’ ὅτι σαφὲς ἤδη γέγονεν· ὅτι δὲ καὶ ἐν αὐτοῖς οἷς ἀσκοῦσιν οὐδενός εἰσιν ἄξιοι λόγου μάθοιτ’ ἄν, εἰ διηγησαίμην ὑμῖν τὸν μῦθον ἐκεῖνον, ὃν τῶν οὐκ ἀμούσων ἀνδρῶν τις ἐντείνας ἔπεσι διεσκεύασεν. ἐστὶ δὲ οὗτος. εἰ Λιὸς γνώμῃ πᾶσι τοῖς ζῴοις ὁμόνοια καὶ κοινωνία γένοιτο πρὸς τὸν βίον, ὡς τὸν ἐν Ὀλυμπίᾳ κήρυκα μὴ μόνον ἀνθρώπους τοὺς ἀγωνιουμένους καλεῖν, ἀλλὰ καὶ πᾶσιν ἐπιτρέπειν τοῖς ζῴοις εἰς τὸ στάδιον ἥκειν [ἓν], οὐδένα ἂν ἄνθρωπον οἶμαι στεφθήσεσθαι. ‘ἐν μὲν γὰρ δολιχῷ ὑπέρτατος, φησίν, ὁ ἵππος ἔσται, τὸ στάδιον δὲ λαγωὸς ἀποίσεται, 

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kaibel, Georg

Title: Claudii Galeni Protreptici quae supersunt

Published: 1894

Pages: 1-22

Publisher: Weidmann, Berlin

Download