De Victu Attenuante (The Thinning Diet)
Kalbfleisch 1898
ὅτι μηδὲ φύεται πανταχόθι πάντα, καθόλου
χρὴ τῆς δυνάμεως αὐτῶν ἐκμαθόντα γνωρίσματα μήτ’
ὀνομάτων δεῖσθαι κατ’ εἴδη μήτε τῆς κατὰ μέρος
αὐτῶν ἐξηγήσεως. εἰ μὲν δὴ κατὰ τὴν γεῦσιν ἢ τὴν
ὀσμὴν ἢ καὶ ἀμφοτέρας τὰς αἰσθήσεις δριμύ 〈τι〉 καὶ
δάκνον καὶ θερμὸν φαίνοιτο, τμητικὴν καὶ λεπτύνουσαν
ἔλπιζε τὴν δύναμιν ὑπάρχειν αὐτῷ· κατὰ ταὐτὰ
δὲ κἂν εὐωδίαν τινὰ κατὰ τὴν ὀσμὴν ἔχον ἀρώματος
ἐμποιῇ τῇ γεύσει φαντασίαν, ἀνάγκη καὶ τοῦτο θερμὸν
μὲν εἶναι τὴν δύναμιν, ἀλλ’ ἧττον τῶν δακνόντων τε
καὶ διαβιβρωσκόντων καὶ θερμαινόντων ἐπιφανῶς
ἔχει δέ τι τμητικὸν καὶ ὅσα νιτρῶδες ἢ ἁλμυρῶδες ἐν
τῇ γεύσει προσφέρει, πρὸς τῷ καὶ τὴν γαστέρα τὰ
πλεῖστα τῶν τοιούτων ὑπάγειν· οὐχ ἧττον δὲ τούτων
τὰ πικρὰ λεπτυνούσης ἐστὶ δυνάμεως, ὅθεν καὶ τὰ
πλεῖστα τῶν τοιούτων ἕψοντες ἐσθίουσιν. οὐ μικρὸν
δὲ δήπου διαφέρει καὶ τὸ δι’ ὀξυμέλιτος ἢ ὄξους ἢ
ἁλῶν ἢ ἐλαίου προσενέγκασθαί τι τῶν τοιούτων· ἐπιτείνεται
μὲν γὰρ ἡ δύναμις αὐτῶν ὄξει τε καὶ ὀξυμέλιτι,
καθαιρεῖται δ’ ἐλαίῳ· πρὸς γὰρ τῷ μηδὲν
ὑπάρχειν ἐλαίῳ παχέων χυμῶν λεπτυντικὸν ἔτι καὶ
τὴν ἰσχὺν ὅσα τοῦτο δρᾶν πέφυκε καθαιρεῖ. ταῦτ’
ἄρα καὶ ὅσα τῶν ἐδεσμάτων ὑδατώδη τε καὶ ἀμβλέα
γευομένοις ἐστίν — ὑπάρχει δὲ τοῦτο διὰ περιττὴν
ὑγρότητα τοῖς πλείστοις τῶν λαχανωδῶν καὶ μάλιστα
Work
Title: De Victu Attenuante
English: The Thinning Diet
Original: Περὶ λεπτονούσης διαίτης
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kalbfleisch, Karl
Title: Galeni De victu attenuante liber
Published: 1898
Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana
Pages: 3-37
Publisher: B. G. Teubner, Leipzig
Download
Galen-Gr_118.xml [94 Kb]