Digital Corpus for Graeco-Arabic Studies

Galen: De Victu Attenuante (The Thinning Diet)

Kalbfleisch 1898

ἀλλὰ καὶ ἄρτοι πολλαχόθι κρίθινοι γίνονται καὶ μετὰ γάλακτος ἕψεται τὸ αὐτῶν ἄλευρον καὶ φρυγεισῶν ἄλφιτα γίνεται καὶ δι’ ὕδατος ὥσπερ χόνδρος ἑψηθεῖσαι καὶ μετ’ οἴνου γλυκέος ἢ σιραίου προσφέρονται. περὶ μὲν δὴ τῶν ἄρτων ὧδε γινώσκειν χρή· ὀλιγότροφοι πάντες εἰσὶ καὶ παχύχυμοι καὶ φυσώδεις ἥκιστα, ὅπως ἂν σκευασθῶσι· περὶ δὲ τῶν ἀλφίτων· ἅπαντα ὀλιγότροφα τοῖς ἄρτοις ὁμοίως, ξηραίνει δὲ μᾶλλον τῷ πεφρῦχθαι· τὸ δ’ ἄλευρον ὑγρότερόν τ’ ἐστὶν ἀμφοῖν καὶ περιττωματικώτερον καὶ φυσωδέστερον καὶ μάλιστ’ ἂν μετὰ γάλακτος σκευασθῇ ὁμοίως τῷ χόνδρῳ. αἱ δὲ διά τινος τῶν γλυκέων λαμβανόμεναι κριθαὶ πολὺ μὲν εἰς τὴν προκειμένην δίαιτάν εἰσι χόνδρου λυσιτελέστεραι· καὶ γὰρ παχύν τε καὶ γλίσχρον χυμὸν ὁ χόνδρος γεννᾷ· πειρᾶσθαι δ’ ὅμως καὶ ταύτας μήτε διὰ σιραίου μήτε διά τινος τῶν πάχος ἐχόντων ἱκανὸν προσλαμβάνειν, ἀλλ’ ἤτοι δι’ οἰνομέλιτος ἢ διά τινος οἴνου παραπλησίου τῷ Φαλερίνῳ. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ταῖς τίφαις ἔνεστι χρήσασθαι καὶ τῷ βρόμῳ πλὴν ὅσα καὶ δυσπεπτότερα καὶ περιττωματικώτερα πτισάνης ἐστὶ καὶ χόνδρου· πάμπολλα δὲ ταῦτα τὰ σπέρματα κατὰ τὴν ἐν Ἀσίᾳ γεννᾶται Μυσίαν, ὥστε καὶ ἄρτους ἐξ αὐτῶν σκευάζουσιν· εἰσὶ δὲ δήπου καὶ αὐτοὶ οἱ ἄρτοι δύσπεπτοί τε καὶ οὐκ εὔχυμοι. καὶ ἡ ὄλυρα δὲ καλουμένη πλείστη κατὰ τὴν Ἀσίαν ἐστίν, ἐν τῷ μέσῳ τούτων τε καὶ πυρῶν καθεστηκυῖα· τοσούτῳ γάρ ἐστι πυροῦ χείρων ὅσῳ τούτων βελτίων· χρῶνται δὲ καὶ

Work

Title: Galen: De Victu Attenuante
English: The Thinning Diet
Original: Περὶ λεπτονούσης διαίτης

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni De victu attenuante liber

Published: 1898

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-37

Publisher: B. G. Teubner, Leipzig

Download