Institutio Logica (Introduction to Logic)
Kalbfleisch 1896
ἄρα τινός. διὰ δὲ τῆς ἐκθέσεως οὕτω δειχθήσεται ταὐτόν· ἐπεὶ μὴ κατηγορεῖταί τινος τοῦ τρίτου τὸ {α}, εἰλήφθω οὗ μὴ κατηγορεῖται καὶ ἔστω τὸ {δ·} κατ’ οὐδενὸς ἄρα τοῦ {δ} τὸ {α} λεχθήσεται· ἀλλ’ ἐπεὶ τὸ {δ} τοῦ {γ} τί ἐστι, κατὰ παντὸς αὐτοῦ τὸ {γ} κατηγορηθήσεται· ἀλλὰ καὶ τὸ {β} τοῦ {γ} κατὰ παντὸς κατηγορεῖται, ὥστε καὶ τοῦ {δ} κατηγορηθήσεται παντός· ἀλλὰ καὶ τὸ {α} [πρῶτον] κατ’ οὐδενὸς τοῦ {δ} κατηγορεῖται· τὸ ἄρα {α} κατά τινος οὐ λεχθήσεται τοῦ {β}.
Αἱ δὲ ἄλλαι ἅπασαι συμπλοκαὶ τῶν προτάσεων ἐν ἑκάστῳ τῶν σχημάτων εἰσὶν ἀδόκιμοι συλλογισμός 〈τ’〉 οὐδεὶς ἐξ αὐτῶν γίγνεται διὰ τὸ μηδὲν ἐξ ἀνάγκης περαίνεσθαι μήτε διαλεκτικῶς μήτε δι’ ἀποδείξεως· ἔνδειξιν μὲν γὰρ καλοῦσι τὴν ἐκ τῆς τοῦ πράγματος φύσεως εὕρεσιν τοῦ ζητουμένου κατ’ ἀκολουθίαν τῶν ἐναργῶς φαινομένων, ἀπόδειξιν δὲ λόγον 〈δι’〉 ἀληθῶν λημμάτων περαίνοντα. γίγνονται δὲ καθ’ ἕκαστον σχῆμα συζυγίαι τῶν προτάσεων {ις} διὰ τὸ {δ} εἶναι καθ’ ἕκαστον σχῆμα, δύο μὲν τὰς καθόλου, δύο δὲ τὰς ἐν μέρει, καὶ πλείους τῇ λέξει φαίνονται· 〈δεῖ〉 δὲ πρὸς ἐκείνας γυμνάζεσθαι καὶ γνωρίζειν αὐτάς, ὡς ἐν τῷ Περὶ τῶν ἰσοδυναμουσῶν προτάσεων εἴρηται γράμματι· 〈τὸ〉 νῦν γὰρ ὑπογραφή ἐστι τῆς λογικῆς θεωρίας,
Work
Title: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική
Domains: Logic
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kalbfleisch, Karl
Title: Galeni Institutio logica
Published: 1896
Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana
Pages: 3-49
Publisher: B. G. Teubner, Leipzig
Download
Galen-Gr_119.xml [126 Kb]