Digital Corpus for Graeco-Arabic Studies

Galen: Institutio Logica (Introduction to Logic)

Kalbfleisch 1896

συλλογισμῶν· καὶ γάρ τοι καὶ τὰς ἀποφάνσεις ὑπὲρ ἑκάστου [αὐ]τῶν ζητημάτων ὧν ποιοῦνται καθόλου πάσας εὑρεῖν ἔστιν ὑπ’ αὐτῶν λεγομένας τε καὶ δεικνυμένας. ἐπεὶ δ’ ἐν τῷ μᾶλλόν τε καὶ ἧττον εἶναι †καλῶς δύνανται, τὸ 〈δὲ〉 πρὸς τὰς γενικωτάτας αὐτῶν ἐπὶ μέρους δοκεῖ λέγεσθαι, διὰ τοῦτο κατὰ συμβεβηκὸς τότε φαίνονταί τινες ἀποφάνσεις τε καὶ δείξεις εἶναι κατὰ μέρος· ὡς γὰρ 〈πρὸς〉 τὴν περὶ παντὸς τριγώνου δεῖξίν τε καὶ ἀ(πό)φα(νσιν) ὅτι δυοῖν ὀρθαῖς ἴσας ἔχει τὰς τρεῖς γωνίας, ἐπὶ μέρους δόξειεν ἂν εἶναι πρότασις λέγουσα μὴ πᾶν τρίγωνον, ἀλλ’ ἔνια τὰς πρὸς τῇ βάσει γωνίας ἴσας ἀλλήλαις ἔχειν. οὕτως μὲν οὖν ῥηθὲν οὔπω διωρισμένην οὐδ’ ἐπιστημονικὴν ἔχει τὴν ἀπόφανσίν τε καὶ γνῶσιν, ἐκείνως δὲ ἐπιστημονικήν τε καὶ καθόλου ‘πᾶν ἰσοσκελὲς τρίγωνον τὰς πρὸς τῇ βάσει γωνίας ἴσας ἀλλήλαις ἔχει’. συνήθης δὲ τοῖς Ἕλλησι λέξις ἐστὶ καὶ ἡ 〈διὰ〉 τῆς τῶν ἀριθμῶν προτάξεως ἐνδεικνυμένη (τὸ κα)θόλου (καὶ ἡ) ἄν(ευ τούτων· ὡσαύτως γὰρ ἔστιν εἰπ)εῖν ‘π(ᾶν) ἰσοσκελὲς τρίγωνον 〈τὰς πρὸς τῇ βάσει γωνίας〉 ἴσας ἀλλήλαις ἔχει’ ὡς ‘τὰ ἰσοσκελῆ τρίγωνα τὰς πρὸς τῇ βάσει γωνίας ἴσας ἀλλήλαις ἔχει’. καὶ μέντοι καὶ 〈κατὰ〉 τὸν ἑνικὸν ἀριθμὸν ἔθος ἐστὶ τοῖς Ἕλλησιν ἑρμηνεύειν τὰ οὕτω λεγόμενα, καὶ διαφέρει γε οὐδέν, εἰ τὰ ἰσοσκελῆ

Work

Title: Galen: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni Institutio logica

Published: 1896

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-49

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_119.xml [126 Kb]