Digital Corpus for Graeco-Arabic Studies

Galen: Institutio Logica (Introduction to Logic)

Kalbfleisch 1896

αὐτῷ λόγῳ εἶναι τὸ {α} 〈πρὸς τὸ {β} καὶ τὸ {γ} πρὸς τὸ {δ}, τοῦ δὲ {α} πρὸς〉 τὸ {β} λόγον εἶναι διπλάσιον, οὐκ ἂν ἀρνήσεται καὶ τοῦ {γ} πρὸς τὸ {δ} διπλάσιον εἶναι λόγον, ὥσπερ γε καὶ 〈εἰ〉 τριπλάσιος λόγος τοῦ {α} πρὸς τὸ {β}, καὶ τοῦ {γ} πρὸς τὸ {δ} τριπλάσιον εἶναι φήσει, ἢ 〈εἰ〉 τετραπλάσιος ἢ πενταπλάσιος ἢ ὡς ἄν τις τὸ π(ρῶ)τον πρὸς τὸ {β} λογίζηται, φανεῖται καὶ τὸ {γ} πρὸς τὸ {δ} τετραπλάσιον ἢ πενταπλάσιον εἶναι. εἰ γὰρ ἐν τῷ καθόλου ὁ αὐτὸς λόγος ἐστὶ τοῦ {α} πρὸς τὸ {β} καὶ τοῦ {γ} πρὸς τὸ {δ}, 〈καὶ τῶν〉 κατὰ μέρος λόγων ὁ αὐτὸς ἔσται· εἷς δὲ τῶν κατὰ μέρος λόγων [ὁ αὐτὸς ἔσται] καὶ ὁ πενταπλάσιος· ἔστιν ἄρα καὶ οὗτος ὁ λόγος τοῦ 〈{γ} πρὸς τὸ〉 {δ}. τοὺς δὴ τοιούτους ἅπαντας συλλογισμοὺς τῷ γένει μὲν ἐκ τῶν πρὸς τι ῥητέον, ἐν εἴδει δὲ κατ’ ἀξιώματος δύναμιν συνισταμένους, ὥσπερ καὶ ὁ Ποσειδώνιός φησιν ὀνομάζειν αὐτοὺς συνακτικοὺς κατὰ δύναμιν ἀξιώματος.

Ἐπεὶ δὲ καὶ 〈περὶ〉 τῶν κατὰ πρόσληψιν ὀνομαζομένων συλλογισμῶν οἱ ἐκ τοῦ Περιπάτου γεγράφασιν ὡς χρησίμων, ἐμοὶ δὲ περιττοὶ δοκοῦσιν εἶναι καθότι δέδεικταί μοι κἀν τῇ Περὶ τῆς ἀποδείξεως πραγματείᾳ, προσῆκον εἴη ἄν τι καὶ περὶ τούτων εἰπεῖν. πόσοι μὲν οὖν καὶ τίνες εἰσίν, οὐκ ἀναγκαῖον ἐνταῦθα

Work

Title: Galen: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni Institutio logica

Published: 1896

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-49

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_119.xml [126 Kb]