Digital Corpus for Graeco-Arabic Studies

Galen: Institutio Logica (Introduction to Logic)

Kalbfleisch 1896

〈συμπεπλεγμένου, ἀλλ’ ἐκ〉 μάχης ἐλλιποῦς ἡ γένεσις αὐτῷ καταφατικὴν ἔχοντι μίαν πρόσληψιν, οὐχ ὥσπερ οἱ ἐξ ἀκολουθίας τελείας 〈καὶ μάχης τελείας〉 ἑκάτερος δύο.

Οὔσης δὲ καὶ ἀκολουθίας ὡς ἐδείξαμεν ἐλλιποῦς ἐν τοῖς καλουμένοις παραδιεζευγμένοις ἔσονται καὶ κατὰ ταῦτα συλλογισμοὶ δύο, πρῶτος μὲν ὁ τοιοῦτος ‘ἡ ἀνάδοσις τῆς τροφῆς ἐκ κοιλίας εἰς ὅλον τὸ σῶμα ἤτοι γε τῶν σιτίων ἐξ ἑαυτῶν φερομένων ἢ ὑπὸ τῆς γαστρὸς πεπεμμένων ἢ ὑπὸ τῶν μορίων ἑλκομένων ἢ ὑπὸ τῶν φλεβῶν παραγομένων γίγνεται’ — συγχωρείσθω δὲ καὶ πάνθ’ ὑπάρχειν ἅμα δύνασθαι· καὶ γὰρ δύναται καὶ κατ’ αὐτό γε τοῦτο 〈τὸ〉 παραδιεζευγμένον τοῦ διεζευγμένου διήνεγκεν· ἐπ’ ἐκείνου μὲν γὰρ ἓν πάντως ἐστί, τῶν ἄλλων δ’ οὐδέν, ἐπὶ τούτου δὲ πάντως ἕν τι, δύναται δὲ καί 〈τι〉 τῶν ἄλλων καὶ πάντα τὰ κατειλημμένα τὴν ὕπαρξιν ἔχειν ἅμα — προσλήψεις 〈δ’〉 ἔσονται τούτοις τοῦ ἀξιώματος ἀποφατικαὶ μὲν πάντως [κατὰ μίαν τοῖς] καθ’ ἓν τῶν 〈κατ’ αὐτὸ〉 γιγνομένων ἢ κατὰ δύο μόνον· καὶ καθ’ ἓν μὲν οἷον ‘ἀνάδοσις τῆς τροφῆς ἐκ κοιλίας εἰς ὅλον τὸ σῶμα

Work

Title: Galen: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni Institutio logica

Published: 1896

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-49

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_119.xml [126 Kb]