Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

τῶν διὰ πείρας ἁρμοζόντων. τρίτον ἱστορία τῶν προπεπειραμένων. τέταρτον ἡ τοῦ ὁμοίου μετάβασις. μεθοδικὴ δέ ἐστιν ἡ κοινότησιν προσέχουσα καὶ τῇ τοῦ ὁμοίου θεωρίᾳ. πάντα γὰρ τὰ ἐπὶ μέρους πάθη εἰς δύο καθολικὰ ἀνάγουσιν, εἴς τε τὸ στεγνὸν καὶ τὸ ῥοῶδες, ἃ καλοῦσι κοινότητας. γνωρίζουσι δὲ αὐτὰς ἀπὸ τῶν περὶ τὸ σῶμα γινομένων διαθέσεων, καθ᾿ ἑκάτερον φαινομένων καὶ οὐκ ἀδήλων. διὸ οὐ δέονται σημειώσεως, οἷον τὸ μὲν στεγνὸν, ἐκ τοῦ πεπυκνῶσθαι τὸ σῶμα πᾶν καὶ ἐπισχέσθαι αὐτοῦ τὴν διάῤῥοιαν καὶ πᾶσαν φαινομένην ἔκκρισιν παραποδίζεσθαι. τὸ δὲ ῥοῶδες ἐκ τοῦ τήν τε ἐπιφάνειαν τοῦ σώματος ἀραιῶδες καὶ τὰς αἰσθητὰς ἐκκρίσεις ἐπιτετάσθαι καθ᾿ ὁτιοῦν μέρος τοῦ σώματος. διττὸν οὖν θεραπείας εἶδος ἐνδείκνυται αὐτοῖς τὰ γενικὰ δύο πάθη, χαλᾷν μὲν τὰ στεγνὰ, στέλλειν δὲ τὰ ῥοώδη. ὅταν δὲ ἐπιπεπλεγμένα ᾖ, πρὸς τὸ κατεπεῖγον ἵστασθαι. κοινότητας δὲ πάσας μὲν φαινομένας λέγουσιν· τούτων δὲ τὰς μὲν παθητικὰς, ὡς τὸ στεγνὸν καὶ ῥοῶδες· τὰς δὲ θεραπευτικὰς, ὡς τὸ χαλᾷν καὶ στέλλειν· τὰς δὲ καιρικὰς,

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download