Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἀρχὴν, ἐπίδοσιν, ἀκμὴν, παρακμήν. αἱ δὲ ἐν χειρουργίαις κοινότητες κατὰ τὴν τοῦ ἀλλοτρίου ὑπεξαίρεσιν. διττὸν δὲ τὸ ἀλλότριον, ἤτοι γὰρ ἔξωθέν ἐστιν, ἢ τῶν ἐν τῷ σώματι τὸ μὲν ἔξωθεν ἁπλοῦν, τρία δὲ εἴδη τῶν ἐν σώματι. ἀλλὰ τὸ μὲν ἔξωθεν, ὡς σκόλοψ καὶ βέλος καὶ πᾶν ὅπερ ἀλλότριον, ἐνδείκνυται τὴν τελείαν ἐξαίρεσιν. τῶν δὲ ἐν τῷ σώματι τὸ μὲν τῷ τόπῳ ἀλλότριον, ὡς ὑπόχυμα καὶ ἐξάρθρημα καὶ κάταγμα, ἅπερ ἐνδείκνυται τὴν μετάθεσιν ἢ ἀποκατάστασιν εἰς τὸν ἴδιον τόπον. τὸ δὲ τῷ μεγέθει ἀλλότριον, ὡς τὰ ἀποστήματα πάντα καὶ οἱ ὄγκοι οἱ περὶ ὄσχεον, ἀκροχορδόνες τε καὶ φύματα καὶ κονδυλώματα, ἅπερ ἐνδείκνυται, τὰ μὲν διαιρέσει μόνῃ χρῆσθαι, τὰ δὲ περιαιρέσει τελείᾳ τῶν περιττῶν. τὸ δὲ τῇ ἐλλείψει ἀλλότριον οὐχ ὡς περιττεῦον, ἀλλ᾿ ὡς ἐνδεὲς, οἷον τὰ κολοβώματα πάντα, ὡς ἐπὶ τῶν χειλῶν καὶ ὀφθαλμῶν, διὸ καλοῦνταί τινες λαγώφθαλμοι καὶ λαγώχειλοι. ὁμοίως δὲ καὶ αἱ σύριγγες καὶ ὅσα ὑπόφορα καὶ κόλποι καὶ ἕλκη καὶ πάντα τὰ τοιαῦτα ὅσα κατ᾿ ἔνδειαν τὸ ἀναπληροῦσθαι ἐπιζητεῖ καὶ ἐνδείκνυται.

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download