Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

τοῖς χυμοῖς τῶν τε κατὰ φύσιν τὴν σύστασιν καὶ τῶν παρὰ φύσιν τὴν αἰτίαν ἀνέθεσαν, ὡς Πραξαγόρας καὶ Ἡρόφιλος. οἱ δὲ τὰ στερεὰ σώματα τὰ ἀρχικὰ καὶ στοιχειώδη ὑποθέμενοι, τά τε φύσει συνεστῶτα ἐκ τούτων καὶ τῶν νόσων τὰς αἰτίας ἐντεῦθεν λαμβάνουσιν, ὡς Ἐρασίστρατος καὶ Ἀσκληπιάδης· οἱ δὲ περὶ Ἀθήναιον καὶ Ἀρχιγένην μόνῳ τῷ διήκοντι δι᾿ αὐτῶν πνεύματι καὶ τὰ φυσικὰ συνεστάναι τε καὶ διοικεῖσθαι καὶ τὰ νοσήματα πάντα, τούτου πρωτοπαθοῦντος γίνεσθαι ἀπεφήναντο, ὅθεν καὶ πνευματικοὶ χρηματίζουσι.

[Ὀνομασίαι τῶν ἐκτὸς μερῶν τοῦ σώματος.] Περὶ δὲ τῶν ἐκτὸς μερῶν τοῦ σώματος ἢ μορίων καὶ τίνες αἱ ὀνομασίαι αὐτῶν, πρῶτος μὲν ὁ Ἀριστοτέλης ὑπελάβετο διδάξαι τε καὶ συγγράψαι. ἀναγκαῖον δὲ καὶ τοῖς μεταγενεστέροις ἰατροῖς ἔδοξε καὶ αὐτοῖς τὰ αὐτὰ πραγματεύεσθαι, ὅπως μὴ τὴν χεῖρα ἐπιφέροντες δεικνύωσιν ἕκαστον τῶν μερῶν ἢ τῶν μορίων, ἀλλ᾿ ἐκ τῆς ὀνομασίας αὐτάρκη ἔχωσι τὴν δήλωσιν αὐτῶν. μάλιστα δὲ τοῦτο οἱ περὶ Ἐρασίστρατον

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download