Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἐζήλωσαν, ὡς Ἀπολλώνιος ὁ Μεμφίτης καὶ Ξενοφῶν ὁ πρὸ αὐτοῦ. διαιροῦσι τοίνυν τὸ ὅλον σῶμά οἱ μὲν Αἰγύπτιοι ἰατροὶ εἰς τέσσαρα, κεφαλὴν, χεῖρας, θώρακα καὶ σκέλη, οἱ δὲ ἄλλοι εἰς πλείονα καταδιαιροῦντες τὰ προειρημένα τέσσαρα εἰς ἕτερα μέρη τοῦ ὅλου, οὐχ ὡς ἐκείνων μόρια. κεφαλῆς γοῦν τὸ μὲν πᾶν κύτος μέρος ἂν λέγοιτο τοῦ ὅλου σώματος. ταύτης δὲ μόρια τὸ μὲν ἔμπροσθεν ὑπὲρ τὰς ὀφρῦς ψιλὸν τριχῶν ἀπὸ ὠτὸς ἐπὶ οὖς μέτωπον καλεῖται, τὸ δὲ ἐπάνω τούτου τετριχωμένον βρέγμα. τὰ δὲ παρ᾿ ἑκάτερα τούτου ἐπάνω τῶν ὤτων κρόταφοι. τὸ δὲ ὑπὲρ τὸ βρέγμα κατὰ μέσον τῆς κεφαλῆς κορυφὴ, ἀφ᾿ ἦς καὶ δοκεῖ ἄρχεσθαι ἡ ἔκφυσις τῶν τριχῶν, ὡς ἀπὸ κέντρου κύκλος. τὸ δὲ μετὰ τὴν κορυφὴν ἐκ τῶν ὄπισθεν ὡς ἐπὶ τοὺς τένοντας καταβαῖνον ἰνίον. ἐκ δὲ τῶν ἔμπροσθεν πρόσωπον μὲν τὸ ὑπὸ μέτωπον πᾶν λέγεται, περιοριζόμενον ὠσὶ καὶ ὀφθαλμοῖς καὶ ῥινὶ καὶ στόματι μέχρι γενείου. ἄρχεται δὲ ἀπ᾿ ὀφρύων· καθ᾿ ἃ γὰρ λήγει τὸ μέτωπον ἀπὸ τῶν ἄνω κατιὸν, αἱ ὀφρύες διαδέχονται, οἷον

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download