Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

χεῖρες ἔρχονται παρηρτημέναι ἑκατέρα τῇ καθ᾿ αὑτὴν πλευρᾷ. τούτων δὲ τὸ μὲν ἀπὸ τοῦ ὤμου μέχρι ἀγκῶνος βραχίων καλεῖται. ἀγκὼν δὲ καθὰ συγκάμπτεται ἡ χεὶρ ὅλη, οὗ τὸ ἔξω μέρος κορωνὸν καὶ ὀλέκρανον ὀνομάζεται. τὸ δὲ μετὰ τοῦτο πῆχυς, ᾧ καὶ μετροῦσιν οἱ ἄνθρωποι. καθ᾿ ὃ δὲ τελευτᾷ ὁ πῆχυς καὶ ἄρθρον ποιεῖ πρὸς ἄκραν χεῖρα, καρπὸς καλεῖται καὶ τὸ μετὰ τοῦτο μετακάρπιον. εἶτα κόνδυλοι, ὅθεν ἄρχονται οἱ δάκτυλοι. δακτύλων δὲ ὁ μὲν μέγιστος ἀντίχειρ καλεῖται, διὰ τὸ ὅλῃ τῇ χειρὶ ἄκρᾳ συνεργοῦντα ἴσον αὐτῇ δύνασθαι. ὁ δὲ μετὰ τοῦτον λιχανὸς, ὡς ἔοικεν, ἀπὸ τῆς χρείας τοὔνομα ἔχων· ἐφεξῆς ὁ μέσος καὶ μετὰ τοῦτον ὁ παραμέσος, ὁ τοῖς ἰατροῖς ἀνακείμενος καὶ ἀπ᾿ αὐτῶν τοὔνομα κεκληρωμένος. ὁ δὲ ἐπὶ πᾶσι μικρὸς, καθ᾿ ὃ πάντων ἠλάττωται. τὸ μὲν οὖν ἀπὸ τοῦ καρποῦ ἄκρα χεὶρ λέγεται. ὑπτιαζούσης δὲ τὸ μὲν κατὰ τὸν ἀντίχειρα ἐπανεστηκὸς θέναρ καλεῖται, τὸ δὲ ἀντικείμενον αὐτοῦ ὑποθέναρ. τὸ δὲ ὑπὸ τὰς ἐκφύσεις τῶν δακτύλων στῆθος χειρός. τὸ δὲ μεταξὺ τούτων ἁπάντων κοῖλον χειρός.

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download