Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἀπὸ τοῦ αἵματος, ἀποσχίδες ἐπὶ νεφροὺς φέρουσιν, οἳ κεῖνται κατὰ τὴν ὀσφὺν ὑπὸ τὰς ψόας, δι᾿ ὦν διηθεῖται τὸ οὖρον. ἐπὶ τὴν κύστιν δὲ παραγίνεται, διὰ τῶν λεγομένων οὐρητήρων. ἡ δὲ κύστις δέχεται μὲν κατὰ τοῦ σώματος αὐτῆς τὸ οὖρον. ἐκκρίνει δὲ διὰ τοῦ καυλοῦ εἰς τὰ ἐκτός. δίδυμοι δὲ τὴν μὲν σύστασιν ἀδενώδεις, δοχεῖα δέ εἰσιν καὶ ἐργαστήρια τοῦ γόνου, ὃς φέρεται ἐπ᾿ αὐτοὺς διὰ τῶν κρεμαστήρων. καθήκουσι δὲ εἰς αὐτοὺς καὶ ἕτερα ἀγγεῖα τὰ τρέφοντα αὐτούς. περιέχεται δὲ ὑπὸ δύο χιτώνων, τοῦ τε ἐρυθροειδοῦς καὶ τοῦ δαρτοῦ λεγομένου. ἐπὶ δὲ τούτοις ἡ ὀσχή. ταῖς δὲ γυναιξὶν ἡ ὑστέρα ἔοικεν ὀσχῇ ἀνεστραμμένῃ. ἀνεστόμωνται εἰς τὸ ἔνδον αὐτῆς φλέβες, ὡς ὅτι πλεῖσται, δι᾿ ὦν τὸ αἷμα ἀποκαθαίρεται, ὃ ἐν ταῖς συλλήψεσιν ἐπέχεται καὶ χωρεῖ εἰς τροφὴν καὶ διάπλασιν τοῦ ἐμβρύου· ἀπὸ γὰρ τῶν φλεβῶν τῶν πλεκουσῶν τὸ χορίον γενόμεναι δύο φλέβες καὶ ἀπὸ τῶν κατ᾿ αὐτὸ ἀρτηριῶν δύο ἀρτηρίαι καὶ ἀπὸ τῶν νεύρων νεῦρον ἓν συνελθόντα ἀποτελεῖ τὸν οὐραχὸν, ὃς ἐμβάλλει εἰς τοῦ ἐμβρύου τὸν ὀμφαλὸν, ἐξ οὗ καὶ ἐκφύεται καὶ ἀποκρεμᾶται. ἀπὸ δὲ ὀμφαλοῦ αἱ μὲν φλέβες

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download