Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἐπὶ ἥπατος πύλας τὸ αἷμα διδόασιν ἐπὶ τῶν ἐμβρύων. αἱ δὲ ἀρτηρίαι κατὰ τὴν κύστιν εἰς τὴν παχεῖαν ἀρτηρίαν ἐμβάλλουσι. τὸ δὲ νεῦρον τοῦτο εἰς τὴν ῥάχιν.

[Περὶ ὀστεολογίας.] Τῶν δὲ ὀστῶν διττὴ ἡ σύνθεσις, ἡ μὲν πρὸς τὸ κινεῖσθαι καὶ καλεῖται ἄρθρον, ἡ δὲ πρὸς τὸ ἀκίνητον καὶ καλεῖται συνάρθρωσις. εἴδη δὲ ταύτης τρία, ῥαφὴ, σύμφυσις, γόμφωσις, κατὰ ῥαφὴν μὲν οὖν σύγκεινται τὰ ἐκ τῆς κεφαλῆς ὀστᾶ. ῥαφαὶ δὲ εὑρίσκονται ἐπὶ τῶν πλείστων πέντε. στεφανιαία ἡ διὰ τοῦ βρέγματος. ὀβολιαία ἡ διὰ τῆς κορυφῆς. λαμβδοειδὴς, ἡ διὰ ἰνίου κροτάφιαι δύο καθ᾿ ἑκάτερον κρόταφον μία. ὀστᾶ δὲ κρανίου ἑπτά· ἰνίου ἕν· κορυφῆς δύο· κροτάφων δύο· μετώπου ἕν. πολυμόρφου ἕν· ἐκφύσεις δὲ ἔχει ὁ ἐγκέφαλος δύο, ἑκατέρωθεν τῆς παρεγκεφαλίδος, αἳ καλοῦνται κορῶναι. ἐναρμόζονται δὲ εἰς τὰς τοῦ πρώτου σπονδύλου κοιλότητας, ἐν ᾧ καθάπερ ἐπὶ κνώδακος τῆς τοῦ δευτέρου σπονδύλου ἀποφύσεως, ἡ κεφαλὴ εἴς τε τὰ πλάγια ἐπιστρέφεται, ἀνανεύει τε καὶ ἐπινεύει. μετὰ δὲ ταῦτα, αἱ ὀστοειδεῖς ἀποφύσεις

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download