Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

διαχέουσαι καὶ τέμνουσαι τὸ φλέγμα, ἐπιβροχαί τε τῆς κεφαλῆς διὰ τῶν ἀναξηραινόντων καὶ καταπλάσματά ἐστιν ὅπου κατὰ τῶν μέσων. πολλάκις γὰρ ταῦτα φλεγμαίνοντα πιέζει καὶ τὴν ἐν τῇ κεφαλῇ ἀρχὴν εἶναι νεύρων. κόρυζα δὲ καὶ βράγχος καὶ κατάῤῥους ἀπὸ κεφαλῆς μὲν ἄρχεται τὰ πάθη πληρουμένης, εἶτα κατασταζούσης, ὁτὲ μὲν εἰς ῥῖνας, καὶ καλεῖται κόρυζα, ὁτὲ δὲ εἰς βρόγχον, καὶ βράγχος ὀνομάζεται τὸ πάθος, ὁτὲ δὲ εἰς θώρακα, καὶ κατάῤῥους λέγεται. εὐίατον μὲν οὖν καὶ πρόσκαιρον ἡ κόρυζα· δεύτερον ὁ βράγχος. ὀλιγοσιτίαι γὰρ καὶ θερμαὶ τροφαὶ καὶ σιτώδεις ἐρύσαντο πολλάκις τῶν παθῶν. δυσίατον δὲ ὁ κατάῤῥους καὶ πολλάκις ἀνίατος. ἐκ γὰρ κατάῤῥου δριμέος καὶ ἁλμυροῦ διεσθιομένων τῶν σωμάτων αἵματος ἀναγωγὴ γίνεται. αἰτίαι δὲ αἵματος ἀναγωγῆς τρεῖς· ἢ γὰρ κατ᾿ ἀνάβρωσιν τῶν ἀγγείων, παραῤῥέοντος τοῦ αἵματος εἰς τὴν τραχεῖαν ἀρτηρίαν, ἀνάγεται διὰ τοῦ στόματος, ἢ διὰ δύναμιν ῥήξεως γενομένης, ἢ δι᾿ ἀσθένειαν καὶ ἀτονίαν τῶν ἀγγείων οὐ στεγόντων, ἀλλ᾿ ἀνεστομωμένων διαπηδῶντος τοῦ αἵματος.

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download