Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

μάλιστα ἐπὶ τῶν νέων, ἢ διὰ ὀξυκράτου στήσαντα, ἢ ἀποσιτίᾳ μειώσαντα τὸ πλῆθος, ἢ διά τινος τῶν ἁπλῶν φαρμάκων, οἷον ἀκακίας, ὑποκυστίδος, βαλαυστίου, ἀρνωγλώσσου χυλοῦ καὶ τῶν ὁμοίων. ἐμπυήματος δὲ ἴασις ἡ μὲν παλαιὰ διὰ καυστηρίων ἀναξηραινόντων τὸν θώρακα καὶ εἰς τὰ ἐκτὸς μεταῤῥευματίσαι, ἡ δὲ νεωτέρα συμπεπᾶναι τοῖς τε καταπλάσμασι καὶ τοῖς ἐκλεικτοῖς, ἔπειτα ἀνακαθᾶραι ταχέως τοῖς διὰ στόματος διδομένοις φαρμάκοις, πρὶν ἢ καθαιρεθῆναι τὸ σῶμα. ἐπιγράφεται δὲ τὰ φάρμακα ἰδίως, πρὸς ἐμπυικούς. τὰ δὲ ἐν μεσοπλευρίοις συνιστάμενα ἐμπυήματα τεμνόμενα ἰδίως πρὸς μοτὸν ἔχει τὴν ἔκκρισιν τοῦ ὑγροῦ· ἡ γὰρ ἀθρόα ἀναιρεῖ. γίγνεται δὲ ἐμπυήματα καὶ ὑπὸ τὸ διάφραγμα, ἃ λέγουσιν ἐν κατακαλύψει ἀποστήματα, οὐχ ὁμοίως κινδυνώδη, οὐδὲ δυσίατα, τὰ πολλὰ ἐντὸς ῥηγνύμενα ταύτῃ ἐκκρίνεται, ἢ διαιρουμένων τῶν ἐκτὸς σωμάτων. ἱστορεῖ δὲ Διοκλῆς καὶ τὰ ἐν θώρακι ἐμπυήματα, ἔστιν ὅτε συῤῥηγνύμενα εἰς τὴν ἐπὶ νεφροὺς καὶ κύστιν φέρουσαν ἀρτηρίαν, ταύτῃ

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download