Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἀποκρίνεσθαι σὺν τοῖς οὔροις. φθίσις μὲν κυρίως λέγεται ἡ ἐν πνεύμονι, ἢ εἰς τὸν θώρακα ἐπὶ τῶν ἐμπυημάτων σύντηξις τοῦ σώματος. δυσίατον δὲ τὸ πάθος, ἢ καὶ ἀνίατον. γαλακτοποσία τε ἐν αὐτῇ τῇ ἀκμῇ καὶ τόποι ξηρότεροι καὶ τῆς Αἰγύπτου τὰ ἄνω καὶ ἡ Λιβύα ἰῶνται μάλιστα τὸ πάθος. λέγεται δὲ καὶ ἰσχιαδική τις φθίσις ὑπὸ Ἱπποκράτους, ἡ ἐπὶ τοῖς περὶ τὸ ἱερὸν ὀστοῦν ἐμπυήμασι σύντηξις τοῦ σώματος. ὁμοίως δὲ καὶ ἡ νεφριτική. αἱ δὲ περὶ τὸ ἧπαρ καὶ σπλῆνα φλεγμοναὶ, εἰ μὲν εἰς ἐμπύημα μεταβάλλοιεν, συντήκουσι καὶ αὗται μετρίως τὸ σῶμα. εὐιατότερα δὲ ταῦτα τὰ ἐμπυήματα τῶν ἐν πνεύμονι καὶ ἀκινδυνότερα. εἰ δὲ μὴ μεταβάλλοιεν, ἀλλ᾿ ἄπεπτοι μένοιεν αἱ φλεγμοναὶ καὶ σκιῤῥώδεις καχεξίας ἐπιφέρουσαι τῷ σώματι καὶ τελευτῶσαι ὕδρωπας ἐπιφέρουσι. μέχρι δὲ ἁπλαῖ φλεγμοναί εἰσιν, ἡ μὲν περὶ ἧπαρ πυρετοὺς ἐπιφέρει συνεχεῖς, ἡ δὲ περὶ σπλῆνα τεταρταίους ὡς ἐπὶ τὸ πολύ. αἰτία γὰρ τοῦ τύπου τούτου μέλαινα χολὴ, ἧς ἀγγεῖον ὁ σπλὴν, ὅθεν ἴαμα τεταρταίου, πρὸ μὲν τοῦ ῥίγους, πυριῶντα

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download