Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

τὰ ἄκρα διὰ τὴν ψυχρότητα τοῦ χυμοῦ, ἐν δὲ τοῖς διαλείμμασιν ἡ δι᾿ ἐμέτων ἀγωγή. ὑδρώπων δὲ τριττὸν εἶδος κατὰ τοὺς νεωτέρους, ὁ μὲν ἀσκίτης, ὁ δὲ τυμπανίτης, ὁ δὲ ὑποσαρκίδιος. κατὰ δὲ Ἱπποκράτην δύο φύσεις. ὁ γὰρ ἀσκίτης καὶ ὁ τυμπανίτης τῆς αὐτῆς ἰδέας ἐστί. ἐφ᾿ ἑκατέρᾳ γὰρ παρέγχυσίς ἐστιν τῆς ἐξυδαρουμένης τροφῆς εἰς τὸν μεταξὺ τόπον τῶν τε ἐντέρων καὶ τοῦ περιτοναίου· ἀλλ᾿ ἐπὶ μὲν τοῦ ἀσκίτου πλεῖον τὸ ὕδωρ, ἔλαττον τὸ πνεῦμα. ἐπὶ δὲ τοῦ τυμπανίτου πλεῖον τὸ πνεῦμα, ἔλαττον τὸ ὑγρόν. ὁ δὲ ὑποσαρκίδιος κατὰ πᾶν ἐστὶ τὸ σῶμα ἀνάλυσις τῶν στερεῶν σωμάτων εἰς ὕδατος φύσιν. τοῦτον καὶ Ἱπποκράτης ἀνίατόν φησιν. καλεῖται δὲ καὶ λευκοφλεγματίας. αἰτία δὲ παντὸς ὑδέρου, ὡς μὲν Ἐρασίστρατός φησιν, φλεγμονὴ ἥπατος, ἢ σπληνὸς χρονισθεῖσα καὶ σκιῤῥωθεῖσα. ἐμποδίζουσα γὰρ τῆς τροφῆς τὴν ἐν τοῖς σπλάγχνοις τούτοις κατεργασίαν τε καὶ ἀνάδοσιν εἰς πᾶν τὸ σῶμα ἐξυδαρεῖ αὐτὴν, καταψυχθεῖσα δὲ παρεγχεῖται μεταξὺ ἐντέρων καὶ περιτοναίου. κατὰ δὲ Ἱπποκράτην καὶ αὐτὴ μὲν

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download