Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἐπουλωτικὰ, τὰ δὲ ὀφθαλμικὰ, τὰ δὲ ἐν ὅλῳ τῷ σώματι, τὰ δὲ καυστικὰ ἐπὶ ἐρυσιπέλατα καὶ ἕρπητας καὶ ἄνθρακας· τὰ δέ εἰσιν ἀλείμματα ἄκοπά τε καὶ θερμαντικὰ πρὸς παραλύσεις ποιοῦντα καὶ ἀρθριτικοὺς καὶ ποδαγρικοὺς καὶ πᾶσαν νεύρων πῆξιν καὶ τετανικοὺς καὶ ὀπισθοτονικούς. τὰ δὲ σμηκτικὰ τῶν εἰς τὴν ἐπιφάνειαν ἐξανθούντων, λεύκης, ἀλφοῦ, λειχῆνος καὶ λέπρας. τὰ οὖν διαφορητικὰ καὶ συμπεπτικὰ ἐπὶ φυμάτων καὶ παντὸς ἀποστήματος τοιούτου ἁρμόζει. διαφορητικαὶ δέ εἰσιν αἱ διὰ ἁλῶν πᾶσαι καὶ ὅσαι διὰ νίτρου, ὡς τὸ Κτησιφῶντος. συμπεπτικὰ δὲ τὰ διὰ ῥητίνης καὶ χαλβάνης καὶ ἀμμωνιακοῦ θυμιάματος· τῶν δὲ ἐναίμων φαρμάκων αἱ μὲν φαιαὶ ἐπὶ τῶν κατὰ τοῦ σώματος προσφάτων τραυμάτων ἁρμόζουσιν. αἱ δὲ ἰδίως χλωραὶ καὶ μέλαιναι, ὡς ἡ βάρβαρος, πρός τε τὰ ἐν τῇ κεφαλῇ καὶ πρὸς τὰ κυνόδηκτα. ἐπὶ δὲ ἑλκῶν τοῖς μὲν πυοποιοῖς ἐπὶ τῶν φλεγμαινόντων χρηστέον, ὡς τῇ τετραφαρμάκῳ. τοῖς δὲ ἀνακαθαίρουσιν ἐπὶ τῶν ῥυπαρῶν, ὡς τῇ χλωρᾷ ἀνειμένῃ. τοῖς δὲ ἀναπληροῦσιν ἐπὶ τῶν κοίλων. τοῖς

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download