Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

δὲ καταστέλλουσιν ὡς ἐπὶ τῶν ὑπερσαρκούντων, ὡς τοῖς διὰ μίσυος καὶ λεπίδος, ἃ καὶ ἐπὶ τῶν δυσεπισχέτων αἱμοῤῥαγιῶν ἁρμόζει. τοῖς δὲ καυστικοῖς ὁτὲ μὲν πρὸς τὸ διελεῖν καὶ ἀναπτύξαι σώματα χρώμεθα, ὡς ἐπὶ τῶν ἀποστημάτων τὴν περιοχὴν, ὁτὲ δὲ ἐπὶ τῶν κεχαλασμένων βλεφάρων ἀντὶ ἀναῤῥαφῆς, ἀφαιροῦντες τὸ σύμμετρον τῆς οὐλῆς, ἀνασπῶμεν τὸ κεχαλασμένον. ὁτὲ δὲ ἐπὶ κεφαλαίας δυσιάτου παραλαμβάνομεν, διὰ βαθείας ἐσχάρας μεταβάλλοντες εἰς τὰ ἐκτὸς ῥεύματα. ὕλη δὲ τῶν καυστικῶν κονία, ἄσβεστος ζῶσα καὶ ἀρσενικὸν καὶ σανδαράχη καὶ φέκλα καὶ τὰ τοιαῦτα. τῶν δὲ κεφαλικῶν τὰ μὲν πρὸς ἀχῶρας καὶ πίτυρα καὶ ἐκβράσματα ἁρμόζει, τὰ δὲ πρὸς κεφαλαλγίαν καὶ ἑτεροκρανίαν. τῶν δὲ ὠτικῶν τὰ μὲν πρὸς φλεγμονὴν ὤτων, τὰ δὲ πρὸς ἕλκωσιν· τὰ δὲ πρὸς πυοῤῥοοῦντα· τὰ δὲ πρὸς· δυσηκοΐαν· τὰ δὲ πρὸς ὦτα τεθλασμένα. τῶν δὲ ὀφθαλμικῶν φαρμάκων εἴδη εἰσὶν ἑπτά. τὰ μὲν γὰρ πρὸς ἀρχομένας ὀφθαλμίας ἁρμόζει, ὡς τὰ διὰ γλαυκίου καὶ τὰ διὰ κρόκου καὶ τὰ κυκνάρια· τὰ δὲ πρὸς τὰς διαθέσεις, ὡς τὰ νάρδινα καὶ τὰ θεοδότια

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download