De Anatomicis Administrationibus I-IX,5 (On Anatomical Procedures)
Kühn 1821
αὐτό γε μόνον τοῦτο γνόντες, ὅτι τοῖς
δακτύλοις ἀπὸ ταὐτομάτου δυσαισθησία τε καὶ ναρκώδης
διάθεσις ἐγγενομένη κατὰ βραχὺ προσαύξοιτο. μηδὲν δ’
ὑπὸ τῶν φαρμάκων ὀνινάμενος ὁ κάμνων ἐκοινώσατο κᾀμοὶ
περὶ τῆς ἰάσεως. ἠρόμην οὖν αὐτὸν, εἰ μηδὲ κατὰ τὸν πῆχυν
ἢ τὸν βραχίονα γεγενημένη τις εἴη πληγὴ πρόσθεν·
ὡς δ’ οὐδεμίαν ἔφη, πάλιν ἠρόμην, εἰ μὴ κατὰ τὴν ἀρχὴν
τοῦ μεταφρένου· ὁ δὲ ὡς πρὸ τριῶν ἢ τεττάρων μηνῶν
ἔφη, ἐκπεσὼν ὀχήματος, ἐν τῷ καταφέρεσθαι πρὸς τὴν γῆν
ὀρθίῳ τινὶ λίθῳ προστυχεῖν, ὑφ’ οὗ πληγῆναί τι τὴν ἀρχὴν
τοῦ μεταφρένου, καὶ σφοδρῶς ὀδυνηθεὶς ἐντὸς τῆς ζ΄
ἡμέρας ἀνώδυνος γενέσθαι, ιε΄ δ’ ὕστερον ἀπὸ τῆς πρώτης
πληγῆς ἡμέρᾳ βραχεῖάν τινα γενέσθαι τῆς ἐν τοῖς δακτύλοις
δυσαισθησίας καὶ ναρκώδους διαθέσεως αἴσθησιν, ἣν
αὔξεσθαι μέχρι δεῦρο μηδὲν ὠφελουμένην ὑπὸ τῶν φαρμάκων.
ἐλογισάμην οὖν, ὑπόλειμμά τι τῆς γενομένης φλεγμονῆς
ἐν τῇ ῥίζῃ τοῦ νεύρου τοῦ παραγιγνομένου πρὸς τοὺς
πεπονθότας δακτύλους σκιῤῥωθὲν, αὐτὸ μὲν ἀνώδυνον εἶναι,
Work
Title: De Anatomicis Administrationibus I-IX,5
English: On Anatomical Procedures
Original: Ἀνατομικαὶ ἐγχειρίσεις
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 2
Pages: 205-731
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_006.xml [1.0 Mb]