De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)
Kühn 1821
στοιχείων ὑπάρχειν ἅπαν τὸ ἀλγεῖν πεφυκὸς σῶμα. τέσσαρες
μὲν γὰρ αἱ πᾶσαι δόξαι κατὰ τὴν διαίρεσιν εὑρίσκονται.
πρώτη μὲν, ἡ ἐξ ἀναισθήτων τε ἅμα καὶ ἀπαθῶν.
δευτέρα δὲ, ἡ ἐξ αἰσθητικῶν μὲν, ἀπαθῶν δέ· ὧν κοινὸν
ἦν ἀμφοῖν τὸ ἐξ ἀπαθῶν. καὶ τοῦτο δείξαντες ἀδύνατον,
ἀμφοτέρων ἀπεχωρήσαμεν τῶν δοξῶν. λοιπαὶ δ’ ἦσαν δύο,
μία μὲν ἐξ αἰσθητικῶν τε ἅμα καὶ πασχόντων τῶν πρώτων
στοιχείων συνιστῶσα τὸ αἰσθανόμενον σῶμα. δευτέρα
δὲ, ἡ ἐξ οὐκ αἰσθητικῶν μὲν, πασχόντων δέ. κοινὸν γὰρ
καὶ ταύταις ἦν τὸ ἐκ πασχόντων. ἴδωμεν οὖν, εἰ κᾀν ταύταις
ἡ ἑτέρα τῶν αἱρέσεών ἐστιν ἀδύνατος, ἢ τὸ μὲν δυνατὸν
ἔχουσιν ὁμοίως, ὁποτέρα δ’ αὐτῶν οὐ δυνατὸν ἔχει
μόνον, ἀλλὰ καὶ εἰ ὄντως ἀληθής ἐστιν, ὑπολείπεται ζητεῖν.
εὑρήσεις οὖν, εἰ προσέχεις τὸν νοῦν, ἀμφοτέρας ἐχούσας
τὸ δυνατόν. εἰ μὲν γὰρ αὐτὰ τὰ μόρια δοκιμάζειν
Work
Title: De Elementis ex Hippocrate
English: On the Elements According to Hippocrates
Original: Περὶ στοιχείων καθ' Ἱπποκράτην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 413-508
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_008.xml [171 Kb]