Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kühn 1821

τετιμημένον, ἐξαπατήσῃ τινὰ τῶν νέων, ὡς προκριθῆναι τινὸς τέχνης. Ὅθεν ἄμεινον προδιασκέψασθαι περὶ αὐτοῦ· εὐεξαπάτητος γὰρ ἕκαστος ἐν οἷς ἐστιν ἀπρόσκεπτος. Τὸ δὴ τῶν ἀνθρώπων γένος, ὦ παῖδες, ἐπικοινωνεῖ τοῖς θεοῖς τε καὶ τοῖς ἀλόγοις ζώοις· τοῖς μὲν καθ’ ὅσον λογικόν ἐστι, τοῖς δὲ καθ’ ὅσον θνητόν. Βέλτιον οὖν ἐστὶ τῆς πρὸς τὰ κρείττονα κοινωνίας αἰσθανόμενον, ἐπιμελήσασθαι παιδείας, ἧς τυχόντες μὲν, τὸ μέγιστον τῶν ἀγαθῶν ἕξομεν· ἀποτυχόντες δὲ, οὐκ αἰσχυνούμεθα τῶν ἀχρήστων ζώων ἐλαττούμενοι. Σώματος δ’ ἄσκησις ἀθλητικὴ, ἀποτυγχανομένη μὲν αἰσχίστη, ἐπιτυγχανομένη δὲ, τῶν ἀλόγων ζώων οὐδέπω κρείττων· τίς γὰρ λεόντων ἢ ἐλεφάντων ἀλκιμώτερος; τίς δ’ ὠκύτερος λαγωοῦ; Τίς δ’ οὐκ οἶδεν, ὡς καὶ τοὺς θεοὺς δι’ οὐδὲν ἄλλ’ ἢ διὰ τὰς τέχνας ἐπαινουμένους; ὡς καὶ τῶν ἀνθρώπων τοὺς ἀρίστους θείας ἀξιωθῆναι

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 1

Pages: 1-39

Publisher: Cnobloch, Leipzig

Download