Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kühn 1821

τιμῆς, οὐχ ὅτι καλῶς ἔδραμον ἐν τοῖς ἀγῶσιν, ἢ δίσκον ἔῤῥιψαν, ἢ διεπάλαισαν, ἀλλὰ διὰ τὴν ἀπὸ τῶν τεχνῶν εὐεργεσίαν. Ἀσκληπιός γέ τοι καὶ Διόνυσος, εἴτ’ ἄνθρωποι πρότερον ἤστην, εἴτ’ ἀρχῆθεν θεοὶ, τιμῶν ἀξιοῦνται μεγίστων, ὁ μὲν διὰ τὴν ἰατρικὴν, ὁ δ’, ὅτι τὴν περὶ τὰς ἀμπέλους ἡμᾶς τέχνην ἐδίδαξεν. Εἰ δ’ οὐκ ἐθέλεις ἐμοὶ πείθεσθαι, τόν γε θεὸν αἰδέσθητι τὸν Πύθιον. οὗτός ἐστιν ὁ καὶ τὸν Σωκράτην εἰπὼν ἀνδρῶν ἁπάντων σοφώτατον εἶναι, καὶ τῷ Λυκούργῳ προσφωνήσας, ᾧδ’ εἶπεν·

Ἥκεις, ὦ Λυκόεργε, ἐμὸν ποτὶ πίονα νηόν.
Δίζω, ἢ σὲ θεὸν μαντεύσοιμαι, ἢ ἄνθρωπον.
Ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόεργε.

Ὁ δὲ αὐτὸς οὗτος θεὸς καὶ τὸν Ἀρχίλοχον τεθνεῶτα φαίνεται τιμῶν οὐ τὰ μέτρια. τὸν γοῦν φονέα, βουλόμενον εἰσελθεῖν εἰς τὸν νεὼν αὐτοῦ, διεκώλυσεν εἰπών·

Μουσάων θεράποντα κατέκτανες, ἔξιθι νηοῦ.

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 1

Pages: 1-39

Publisher: Cnobloch, Leipzig

Download