Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kühn 1821

Λέγε δή μοι καὶ σὺ τὰς τῶν ἀθλητῶν προσαγορεύσεις· ἀλλ’ οὐκ ἐρεῖς, ὅτι μηδ’ ἔχεις εἰπεῖν, εἰ μή τι τοῦ μάρτυρος, ὡς οὐκ ἀξιόχρεω, κατέγνωκας· ἐμφαίνειν γὰρ ἔοικάς τι τοιοῦτον, ὅταν ἐπὶ τοὺς πολλοὺς τὸν λόγον ἄγης μάρτυρας, καὶ τὸν παρὰ τούτων ἔπαινον προχειρίζῃ. Καίτοι οὔτε νοσῶν, εὖ οἷδ’, ὅτι τοῖς πολλοῖς ἂν ἐπιτρέψαις σαυτὸν, ἀλλ’ ὀλίγοις δή τισιν ἐξ ἁπάντων, καὶ τούτοις τοῖς ἰατρικωτάτοις· οὐδ’ ἂν πλέων ἅπασι τοῖς συμπλέουσιν, ἀλλ’ ἑνὶ τῷ κυβερνήτῃ· ἤδη δὲ κᾀπὶ τῶν σμικροτάτων, τέκτονι μὲν, τεκταινόμενος, ὑποδημάτων δὲ χρῄζων τῷ σκυτοτόμῳ. Πῶς ἂν οὖν, ἔνθα περὶ πρωτείων ὁ ἀγών ἐστι, σαυτῷ δίδως τῆς κρίσεως τὴν ἐξουσίαν, ἀφελόμενος αὐτὴν τῶν σοφωτέρων, ἢ κατὰ σαυτόν. παρίημι γὰρ τό γε νῦν εἶναι μεμνῆσθαι τῶν θεῶν. ἄκουσον οὖν, ὅπως Εὐριπίδης φρονεῖ περὶ τῶν ἀθλητῶν.

Κακῶν γὰρ ὄντων μυρίων καθ’ Ἑλλάδα,
Οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους,

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 1

Pages: 1-39

Publisher: Cnobloch, Leipzig

Download