Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kühn 1821

Οἳ πρῶτα μὲν ζῇν οὐδὲ μανθάνουσιν εὖ,
Οὐδ’ ἂν δύναιντο· πῶς γὰρ, ὅστις ἔστ’ ἀνὴρ
Γνάθου τε δοῦλος, νηδύος θ’ ἡττημένος,
Κτήσαιτ’ ἂν ὄλβον εἰς ὑπεκτροφὴν πατρός;
Οὐδ’ αὖ πένεσθαι κᾀξυπηρετεῖν τύχαις
Οἷοί τ’· ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ,
Σκληρῶς μεταλλάσσουσιν εἰς τἀμήχανον.

Ὅτι δὲ καὶ τῶν ἐπιτηδευομένων αὐτοῖς ἕκαστον ἄχρηστόν ἐστιν, ἄκουε πάλιν, εἴπερ θέλεις, ἅ φησι·

Τίς γὰρ παλαίσας εὖ. τίς ὠκύπους ἀνὴρ,
Ἢ δίσκον ἄρας, ἢ γνάθον πλήξας καλῶς,
Πόλει πατρῴᾳ στέφανον ἤρκεσεν λαβών;

Εἰ δὲ καὶ τούτων ἔτι λεπτομερέστερον ἀκούειν ἐθέλεις, ἄκουε πάλιν, ἅ φησι·

Πότερα μαχοῦνται πολεμίοισιν, ἐν χεροῖν
Δίσκους ἔχοντες, ἢ δι’ ἀσπίδων ποσὶ
Θέοντες, ἐκβαλοῦσι πολεμίους πάτρας;

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 1

Pages: 1-39

Publisher: Cnobloch, Leipzig

Download