Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kühn 1821

διηγήσασθαι. αὕτη ποτ’ ἐν συμποσίῳ, παιδιᾶς τοιαύτης γενομένης, ὡς ἕκαστον ἐν μέρει προστάξαι τοῖς συμπόταις, ἃ βούλοιτο, θεασαμένη παρούσας γυναῖκας ἀγχούσῃ τε καὶ ψιμμυθίῳ καὶ φύκει κεκαλλωπισμένας, ἐκέλευσεν, ὕδατος κομισθέντος, ἀρυσαμένας ταῖς χερσὶ, προσενεγκεῖν ἅπαξ αὐτῷ τῷ προσώπῳ, καὶ μετὰ τοῦτο εὐθέως ἀπομάξασθαι σινδονίῳ, καὶ αὐτὴ πρώτη τοῦτ’ ἔπραξε· ταῖς μὲν οὖν ἄλλαις ἁπάσαις σπίλου τὸ πρόσωπον ἐπληρώθη, καὶ ἦν ὁμοιοτάτας ἰδεῖν τοῖς μορμολυκείοις· αὐτὴ δὲ καλλίων ἐφάνη· μόνη γὰρ ἦν ἀκαλλώπιστός τε καὶ αὐτοφυῶς καλὴ, μηδεμιᾶς πανουργίας κομμωτικῆς δεομένη. Ὥσπερ οὖν τὸ ἀληθινὸν κάλλος ἀκριβῶς ἐξετάζεται μόνον αὐτὸ καθ’ ἑαυτὸ, τῶν ἔξωθεν αὐτῷ προσιόντων ἁπάντων γυμνωθὲν, οὕτω καὶ τὴν ἀθλητικὴν ἐπιτήδευσιν ἐξετάζεσθαι προσήκει μόνην, εἴ τι φαίνοιτο ἔχειν χρήσιμον, ἢ κοινῇ ταῖς πόλεσιν, ἢ ἰδίᾳ τοῖς μεταχειριζομένοις αὐτήν.

Ἀγαθῶν οὖν τῶν ἐν τῇ φύσει τῶν μὲν περὶ

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 1

Pages: 1-39

Publisher: Cnobloch, Leipzig

Download