Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kühn 1821

ψυχὴν ὄντων, τῶν δὲ περὶ σῶμα, τῶν δ’ ἐκτὸς, καὶ παρὰ ταῦτα οὐδενὸς ἄλλου γένους ἀγαθῶν ἐπινοουμένου· ὅτι μὲν τῶν ψυχικῶν ἀγαθῶν οὐδ’ ὄναρ ποτὲ μετειλήφασιν οἱ ἀθλοῦντες, εὔδηλον παντί. τὴν ἀρχὴν γὰρ οὐδ’ εἰ ψυχὴν ἔχουσι γιγνώσκουσι, τοσοῦτον ἀποδέουσι τοῦ λογικὴν αὐτὴν ἐπίστασθαι. Σαρκῶν γὰρ ἀεὶ καὶ αἵματος ἀθροίζοντες πλῆθος, ὡς ἐν βορβόρῳ πολλῷ τὴν ψυχὴν ἑαυτῶν ἔχουσι κατεσβεσμένην, οὐδὲν ἀκριβὲς νοῆσαι δυναμένην, ἀλλ’ ἄνουν, ὁμοίως τοῖς ἀλόγοις ζώοις. Ἴσως δ’ ἀμφισβητήσειαν, ὡς τῶν περὶ τὸ σῶμα τινὸς ἀγαθῶν ἐπήβολοι. πότερον οὖν τῆς τιμιωτάτης ὑγιείας ἀμφισβητήσουσιν; ἀλλ’ οὐδένας ἄλλους ἂν εὕροις ἐν σφαλερωτέρᾳ διαθέσει σώματος, εἴπερ Ἱπποκράτει δεῖ πιστεύειν εἰπόντι· Τὴν καὶ ἐπ’ ἄκρον εὐεξίαν σφαλερὰν ὑπάρχειν, ἣν μεταδιώκουσιν οὗτοι· καὶ δὴ καὶ ὅτι ἄσκησις μὲν ὑγιείης, ἀκορίη τροφῆς, ἀοκνίη πόνων, Ἱπποκράτει καλῶς εἰρημένον, ἐπαινεῖται πρὸς ἁπάντων.

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 1

Pages: 1-39

Publisher: Cnobloch, Leipzig

Download