Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kühn 1821

μὲν οὖν καλῶς ἢ σκάπτειν, ἢ θερίζειν, ἢ ἀροῦν, ἤ τι τῶν ἄλλων τῶν κατὰ γεωργίαν δύνανται. Ἀλλ’ ἴσως εἰς τὰ πολεμικά; τὸν Εὐριπίδην αὖθίς μοι κάλει, ὅστις αὐτοὺς ὑμνήσει λέγων·

Πότερα μαχοῦνται πολεμίοισιν, ἐν χεροῖν
Δίσκους ἔχοντες;

τῷ γὰρ ὄντι

Οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας.

Ἀλλὰ πρὸς κρύος καὶ θάλπος ἰσχυροὶ, αὐτοῦ γε τοῦ Ἡρακλέους ζηλωταὶ, ὡς ἑνὶ καὶ χειμῶνι καὶ θέρει σκέπεσθαι δέρματι, ὡς ἀνυπόδετοι διατελεῖν, ὑπαίθριοι κοιμᾶσθαι, χαμευνεῖν; ἐν ἅπασι γὰρ τούτοις τῶν νεογνῶν παίδων εἰσὶν ἀσθενέστεροι. Ἐν τίνι τοίνυν ἔτι τὴν ἰσχὺν ἐπιδείξονται; ἢ ἐπὶ τίνι μέγα φρονήσουσιν; οὐ γὰρ δή που ὅτι τοὺς σκυτοτόμους, ἢ τέκτονας, ἢ τοὺς οἰκοδόμους οἷοί τ’ εἰσὶ καταβάλλειν ἐν παλαίστρᾳ τε καὶ σταδίῳ. Τάχ’ οὖν ἐπὶ τῷ δι’ ὅλης ἡμέρας κονίεσθαι δικαιοῦσιν· ἀλλὰ τοῦτό γε καὶ

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 1

Pages: 1-39

Publisher: Cnobloch, Leipzig

Download