Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)
Kühn 1821
ἔστι δὲ οὗτος· Εἰ Διὸς γνώμῃ πᾶσι τοῖς ζώοις ὁμόνοια καὶ κοινωνία γένοιτο πρὸς τὸν βίον, ὡς τὸν ἐν Ὀλυμπία κήρυκα μὴ μόνον ἀνθρώπους τοὺς ἀγωνιουμένους καλεῖν, ἀλλὰ καὶ πᾶσιν ἐπιτρέπειν τοῖς ζώοις εἰς τὸ στάδιον ἥκειν ἓν, οὐδένα ἂν ἄνθρωπον οἶμαι στεφθήσεσθαι. Ἐν μὲν γὰρ δολιχῷ ὑπέρτατος, φησὶν, ὁ ἵππος ἔσται·
Τὸ στάδιον δὲ λαγωὸς ἀποίσεται· ἐν δὲ διαύλῳΔορκὰς ἀριστεύσει· μερόπων δ’ ἐναρίθμιος οὐδεὶς
Ἐν ποσίν. ὦ κοῦφοι ἀσκητῆρες, ἄθλιοι ἄνδρες.
Ἀλλ’ οὐδὲ τῶν ἀφ’ Ἡρακλέους τὶς ἐλέφαντος ἢ λέοντος ἰσχυρότερος ἂν φανείη. Οἶμαι δ’, ὅτι καὶ ταῦρος πυγμῇ στεφθήσεται. καὶ ὄνος, φησὶ, λὰξ ὅτι εἰ βούλεται ἐρίσας, αὐτὸν τὸν στέφανον οἴσεται. Αὐτὰρ ἐν ἱστορίῃ πολυπείρῳ γράψεται ὄνος, ὅτι παγκράτιον νίκησέ ποτε ἄνδρας. εἰκοστὴ δὲ καὶ πρώτη Ὀλυμπιὰς ἦν, ὅτ’ ἐνίκα ὀγκητής.
Work
Title: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 1-39
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_020.xml [68 Kb]