Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kühn 1821

Πάνυ χαριέντως οὗτος ὁ μῦθος ἐπιδείκνυσι τὴν ἀθλητικὴν ἰσχὺν οὐ τῶν ἀνθρωπίνων οὖσαν ἀσκημάτων. καίτοι γ’ εἰ μηδὲν ἰσχύϊ πρωτεύουσι τῶν ζώων οἱ ἀθληταὶ, τίνος ἂν ἔτι τῶν ἄλλων ἐπήβολοι γενηθεῖεν ἀγαθῶν;

Εἰ δὲ καὶ τὴν ἡδονὴν σώματός τις ἀγαθὸν εἶναι φαίη, οὐδὲ ταύτης αὐτῆς αὐτοῖς μέτεστι, οὔτ’ οὖν ἀθλοῦσιν οὔτε καταλύσασιν, εἴγε παρὰ μὲν τὸν τῆς ἀθλήσεως χρόνον ἐν πόνοις τε καὶ ταλαιπωρίαις εἰσὶν, οὐ γυμναζόμενοι μόνον, ἀλλὰ καὶ πρὸς ἀνάγκην ἐσθίοντες· ἡνίκα δὲ καὶ καταλύσαντες τύχοιεν, ἀνάπηροι τὰ πλεῖστα μέρη τοῦ σώματος γίνονται. Τάχ’ οὖν ἐπὶ τῷ χρήματα πάντων ἀθροίζειν πλεῖστα σεμνύνονται; καὶ μὴν ἐστὶν ὑμῖν θεάσασθαι πάντας αὐτοὺς ὀφείλοντας, οὐ μόνον ἐκεῖνον τὸν χρόνον, καθ’ ὃν ἀθλοῦσιν, ἀλλὰ καὶ καταλύσαντας τὴν ἄσκησιν, οὐδ’ ἂν εὕροις ἀθλητὴν οὐδενὸς πλουσιώτερον ἑνὸς τῶν ἐπιτυχόντων οἰκονόμων ἀνδρὸς πλουσίου. ἔστι δὲ οὐδ’ αὐτὸ

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 1

Pages: 1-39

Publisher: Cnobloch, Leipzig

Download