
In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
Kühn 1830
καὶ τούτων μὲν ἅλις, ἀναλαβόντες δὲ χάριν σαφεστέρας
ἀρχῆς διὰ βραχέων ἐροῦμεν, ὡς εἰ καὶ μηδὲν
προειρήκαμεν. τὸ κατ’ ἰητρεῖον ἐπιγραφόμενον Ἱπποκράτους
βιβλίον ἐν ἀρχῇ μὲν ἔχει κοινὸν ἁπάσης τέχνης προοίμιον,
ὡς ὀλίγον ὕστερον δείξω, καὶ διὰ τοῦτό τινες εἰκότως ἠξίωσαν
αὐτὸ πρῶτον ἁπάντων ἀναγινώσκεσθαι, παραπλησίαν
ἐπαγγελλόμενοι διδασκαλίαν, ἣν ἐς ὕστερον ἐποιήσαντό τινες
ἐν ταῖς ὑπ’ αὐτῶν ἐπιγραφομέναις εἰσαγωγαῖς· ἐφεξῆς δὲ
τῷ κοινῷ προοιμίῳ περὶ τῶν κατὰ τὸ ἰατρεῖον ἐνεργεῖσθαι
δυναμένων διδάσκει τὰ χρησιμώτατα τοῖς ἀρχομένοις μανθάνειν
τὴν ἰατρικὴν τέχνην. ὅτι δ’ οὕτω ταῦτα ἔχει φανεῖταί
σοι προσέχοντι τὸν νοῦν ἀκριβῶς ταῖς ἐξηγήσεσι τῶν
ῥήσεων αὐτῶν.
Ἢ ὅμοια ἢ ἀνόμοια ἐξ ἀρχῆς ἀπὸ τῶν μεγίστων, ἀπὸ
τῶν ῥηΐστων, ἀπὸ τῶν πάντη πάντως γιγνωσκομένων.
Work
Title: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Volume: 18
Number: 2
Pages: 629-925
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_018.xml [549 Kb]