In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
Kühn 1830
ὡσεὶ καὶ οὕτως εἰρήκει· τὰ δ’ ἐς χειρουργίαν τὴν κατ’
ἰατρικὴν τέχνην ἐστὶ τάδε· φαίνεται δὲ ἑξῆς ὁ τοῦ βιβλίου
συγγραφεὺς, εἴτ’ αὐτὸς ὁ Ἱπποκράτης ἐστὶν εἴθ’ υἱὸς
αὐτοῦ Θεσσαλὸς, οὔτε πασῶν τῶν κατ’ ἰατρικὴν χειρουργιῶν
μνημονεύειν οὔτε τῶν κατὰ τὸ ἰατρεῖον, ἀλλὰ καὶ
τούτων αὐτῶν ὅσαι τοῖς εἰσαγομένοις εἰσὶ χρήσιμοι. καὶ
μέντοι καὶ ἡ ἐπιγραφὴ τοῦ συγγράμματος ἐντεῦθεν ἐγένετο
ᾗ παραπλησίως ἐς ὕστερον ἐποιήσατο Διοκλῆς καὶ Φιλότιμος
καὶ Μαντίας. εἶχε δ’ ἂν τελεώτερον, ἢν περὶ τῶν κατ’
ἰητρεῖον ἐπεγέγραπτο. θαυμάζω δὲ Ἀσκληπιάδου τὴν μὲν
κατ’ ἰητρείην γραφὴν φυλάξαντος, σημεῖον δὲ αὐτὴν οἰομένου
περὶ τῶν αὐτῶν κατὰ τὸ ἰητρεῖον. τὸ γὰρ κατ’ ἰητρίην
ἐστὶ τούτου σημαντικὸν, οὐ τὸ κατ’ ἰητρεῖον, ἵνα τις
ἰητρεῖον τῶν νόσων ἰητρίην ἀκούσῃ. τὰ μὲν δὴ τοιαῦτα
περὶ τῶν ὀνομάτων ἴσχει τὴν σκέψιν, ὧν ὀλίγη φροντὶς
τοῖς σπουδάζουσι τὴν τῶν πραγμάτων ἀλήθειαν. ἡ δὲ
Work
Title: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Volume: 18
Number: 2
Pages: 629-925
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_018.xml [549 Kb]