Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Kühn 1830

ἴῃ ἐάν τε διὰ λόγου σκοπῶμεν, οὐ μὴν οὔτε δύναμιν ἐχόντων τηλικαύτην οὔτε διάγνωσιν ἑτοίμην, ἀλλὰ μετὰ τοῦ προγιγνώσκειν, πυνθάνεσθαι τὰ τῶν νοσούντων ἔθη τε καὶ ἤθη καὶ φύσεις. ἐφεξῆς δὲ ἐπὶ τῶν κατὰ χειρουργίαν ὁ λόγος ἔσται μοι προχειρισαμένῳ τι παράδειγμα σαφηνείας ἕνεκεν, ὃ κατὰ τὴν ἀρχὴν εὐθέως γέγραπται τοῦ περὶ ἄρθρων βιβλίου, δεδάσκοντος αὐτοῦ περὶ τῶν βραχίονος ἐξαρθρημάτων. ἐπὶ τούτου γὰρ τὸ μέγιστον καὶ ῥᾷστόν ἐστιν εἰς διάγνωσιν, εἰ στρογγύλος καὶ μικρὸς ἐν τῇ μασχάλῃ φαίνεται· οὐ γὰρ ἐνδέχεται γενέσθαι χωρὶς τοῦ τὴν κεφαλὴν τοῦ βραχίονος ἐκπεσοῦσαν τῆς διαρθρώσεως εἰς τὸ τῆς μασχάλης ἐνεχθῆναι χωρίον. ἡ δὲ κατὰ τὴν ἐπωμίδα κοιλότης κοινόν ἐστι σημεῖον, ἐκπτώσεως μὲν βραχίονος, ἀποσπάσματος δὲ καὶ ἀκρωμίου, εἰς ὅσον ὕψος ἀνήκει, κἄπειτα παραβαλεῖν αὐτὸ τὸ πεπονθὸς, εἴθ’ ὅταν φαίνηται τὴν ἑαυτοῦ φύσιν μὴ ἔχον, ἐκπεπτωκέναι λογίζεσθαι τὸν βραχίονα. τοῦτ’ οὖν τὸ σημεῖον οὐχ ὥσπερ τὸ κατὰ τὴν μασχάλην, δύναμιν εὐθὺς, ἑτοίμην τὴν διάγνωσιν ἔχει. ἔτι δὲ μᾶλλον

Work

Title: Galen: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1830

Volume: 18

Number: 2

Pages: 629-925

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_018.xml [549 Kb]