Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Kühn 1830

ἀπολείπεται τῇ δυνάμει τὸ κατὰ τὰς κινήσεις· ἀνατείνειν γὰρ οὐ δύναται τὸν βραχίονα καὶ θλασθέντων καὶ ταθέντων καὶ φλεγμηνάντων τῶν ἐνταῦθα μυῶν, ὥσπερ γε καὶ ὅταν ἶνές τινες αὐτῶν ἀποσπασθεῖσαι διὰ βάθους. ἐγὼ δὲ οἶδά ποτε καὶ τοιοῦτόν τι συμβὰν, ἀποσπάσματος ἐν ἀκρωμίῳ προϋπάρχοντος, εἶτα ὕστερον ἐξαρθρήσαντος τοῦ κατὰ τὴν ἑτέραν χεῖρα βραχίονος, ἐν παλαίστρᾳ δὲ τοῦτο ἐγένετο. θεασάμενος δ’ ἰατρὸς, ὁμοίως ἀμφοτέρας τῶν χειρῶν τὰς ἐπωμίδας ἀπεφήνατο προπετῶς· πληγὴν μέν τινα γεγονέναι κατὰ τὸ χωρίον ἔφη καὶ τὸν ἄνθρωπον εἰκότως ὀδυνᾶσθαι, τὸ δὲ ἄρθρον ἀπαθὲς εἶναι. συνεβούλευσεν οὖν εἰς τὸ βαλανεῖον ἀπελθόντα τὴν ταχίστην ἐλαίῳ πολλῷ χρώμενον ἐνδιατρῖψαι τῷ κατὰ τὸν πύελον ὕδατι καὶ ἐπειδὴ ἐξέλθῃς, σκεπάσας τὸ πεπληγὸς μόριον ἐρίοις διαβρόχοις ἐξ ἐλαίου μετὰ βραχέος κηροῦ κατάκλινέ τε καὶ ἡσυχίαν ἄγε. γενομένων τούτων ὁ μὲν ἄνθρωπος ὠδύνηται δι’ ὅλης νυκτός. ἕωθεν ἐκάλεσεν ἐκεῖνόν τε τὸν ἰατρὸν αὐτὸν καὶ τινας ἄλλους δὴ τῶν ἀλόγῳ τριβῇ τὴν τέχνην μεταχειριζόντων.

Work

Title: Galen: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1830

Volume: 18

Number: 2

Pages: 629-925

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_018.xml [549 Kb]