Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Kühn 1830

τὴν τοῦ φλεγμαίνοντος ὤμου μασχάλην ἐνθεὶς τοὺς δακτύλους, εὗρον ἐν αὐτῇ σχεδὸν τὴν κεφαλὴν τοῦ βραχίονος. ἀλλ’ ὅμως ἀσφαλεστέρας ἕνεκα διαγνώσεως ἐπεσκεψάμην καὶ τὴν τοῦ ἑτέρου ὤμου μασχάλην, ὡς δὲ οὐδεὶς ὄγκος ἦν ἐν αὐτῇ τοιοῦτος, ἐξηρθρηκέναι μὲν τὸν βραχίονα ἔφην, τοὺς ἰατροὺς δὲ ἀγνοῆσαι, διὰ τὸ μὴ γνῶναι κατὰ τὴν ἑτέραν χεῖρα τὸ ἀκρώμιον ἀποσπασάμενον, ἔπειτα παραβάλλειν ὡς κατὰ φύσιν ἔχοντα τὸν ὦμον πεπληγμένον. μαθεῖν δὲ ἡμῖν ἐστιν, ἔφην, πυνθανομένοις τοῦ πάσχοντος, εἰ ἐπλήγη ποτὲ τὸ ἀκρώμιον τῆς ἑτέρας χειρός. ὁ δὲ ἐν ἀρχῇ μὲν οὐκ εἶχε λέγειν, ἀναμνησθεὶς δὲ ὕστερον ὡμολόγησεν ἐξ ὀχήματός ποτε αὐτὸν ἐκπεσόντα πεπλῆχθαί τε καὶ ῥᾳδίως ἄπονον γεγονέναι τρισὶν ἢ τέτρασιν ἡμέραις, ἔριον μετ’ ἐλαίου κατὰ τῆς πληγῆς ἐπιθέντα. τίνος οὖν ἕνεκα ταῦτα εἴρηταί μοι; τοῦ δεῖξαι πόσον ἀξιώματι διενήνοχεν ἀλλήλων τὰ σημεῖα, δι’ ὧν ἡ γνῶσις γίγνεται τῶν κατὰ χεῖρα παθῶν. τὸ μὲν γὰρ μὴ δύνασθαι τὴν πεπονθυῖαν ἀνατεῖναι χεῖρα κοινὰ καὶ ἄλλων πλειόνων εἰσί. καὶ γὰρ οἱ τένοντες τῶν ἐνταῦθα 

Work

Title: Galen: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1830

Volume: 18

Number: 2

Pages: 629-925

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_018.xml [549 Kb]