In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
Kühn 1830
εἰκότως. οἵ τ’ ἐξηγησάμενοι τὸ βιβλίον ἓν ἐξ ἀμφοῖν οἴονται
σημαίνεσθαι καὶ ἡμεῖς αὐτοὶ πολλάκις ἀδιαφόρως χρώμεθα
τοῖς ὀνόμασιν. ὁ δὲ κοινὸς σκοπός ἐστιν, ὃν ὀλίγον
ἔμπροσθεν εἶπον, ὅπως ἐν ταῖς κινήσεσι μὴ σείηται τὰ μόρια.
διαφορᾶς μέντοι τινὸς οὔσης ἰδικῆς, ἣν ἄρτι διῆλθον,
ὅταν ἀκριβολογούμεθα, στηρίγματα μὲν ἐροῦμεν ὅσα τῆς
ἐπιδέσεως ἔξωθέν ἐστιν, ἑρμάσματα δὲ τὰ κατ’ αὐτὴν ἐκείνην
καὶ οὕτως διοριούμεθα, τὰ μὲν τοῖς ἀναγκαίως κινουμένοις
μορίοις, ὧν ταῖς κινήσεσι παύειν οὐκ ἔστιν ἐφ’ ἡμῖν,
στηρίγματα καλεῖσθαι, τὰ δὲ ἐν τοῖς ἀκινήτοις ἑρμάσματα.
σκέλος μὲν γὰρ καὶ χεῖρα κινεῖν ἐφ’ ἡμῖν ἐστι, θώρακα δὲ
καὶ μήνιγγας οὐκ ἐφ’ ἡμῖν. καὶ παλμὸς ἔν τινι μορίῳ γιγνόμενος
οὐκ ἐφ’ ἡμῖν ἐστιν, ὥσπερ οὐδὲ βὴξ ἢ πταρμὸς ἢ
λυγμὸς καὶ ὅ τι μάλιστα δυνατὸν ἀντέχειν αὐτοῖς ἐπὶ χρόνον
ἱκανὸν, ὡς μὴ γίγνοιτο. βιάζεται γὰρ ὕστερον ὅταν
ἰσχυρὰς σχῇ τὰς γεννώσας αἰτίας αὐτῆς καὶ μόνοις τοῖς
καρτερικωτάτοις δυνατὸν ἀνδράσιν ἀντισχεῖν τε καὶ
κωλύσαι τὴν γένεσιν αὐτῶν φαίνεται. καὶ αὐτὸς δὲ ὁ Ἱπποκράτης
Work
Title: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Volume: 18
Number: 2
Pages: 629-925
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_018.xml [549 Kb]