Ǧawāmiʿ kitāb Ǧālīnūs fī firaq al-ṭibb ʿalā l-šarḥ wa-l-talḫīṣ li-l-Iskandarānīyīn (Alexandrian Summary of Galen's Book On the Medical Sects)
Kühn 1821
σῶμα τετρημένον ἐκ τῆς φύσεως ᾖ· ἀλλ’ οὐδ’ ὅτι
πολλάκις, ἥπερ διοικεῖ τὸ ζῶον, ὁρμῇ σφοδροτέρᾳ χρησαμένη,
τὸ περιττὸν ἅπαν ἐκένωσε δι’ αὐτοῦ, καθάπερ ἐκθλίψασά
τε καὶ ἀπωσαμένη. τί οὖν χαλεπὸν ἦν ἐννοῆσαι
τῷ γε ἀκριβῶς τοῖς τέχνης ἔργοις ὡμιληκότι τὰ πολλά; αἱ
γὰρ κρίσεις τῶν νοσημάτων ὧδέ πως γίνονται. καὶ παρίημι
τὰς λοιπὰς τῶν κενουμένων αἰτίας· ὡσαύτως δὲ καὶ τῶν
ἰσχομένων ἴσας τὸν ἀριθμὸν, ἐναντίας ταύταις οὔσας. οὐ
γάρ ἐστι τῶν ἐκείνων ἀκοῶν ὁ τοιοῦτος λόγος ἄκουσμα. ὃ
δέ μοι δοκοῦσι τάχα ἄν ποτε συνήσειν, ἐπὶ τοῦτ’ αὖθις
ἐπάνειμι. τὸ δύνασθαί ποτε ῥευματίζεσθαι τὸν ὀφθαλμὸν,
ἢ πολλοῦ τοῦ ῥεύματος, ἢ λεπτοῦ γεγονότος, ἢ ὑπὸ τῆς
φύσεως διὰ τοῦδε τοῦ μέρους ἀπωθουμένου, μηδὲν αὐτῶν
τῶν σωμάτων παρὰ τὸ κατὰ φύσιν ἀλλοιότερον ἐχόντων, καὶ
χρή δηλονότι τὸ μὲν λεπτὸν· ῥεῦμα παχύνειν, τὸ δὲ πολὺ
κενοῦν. τὴν δὲ ὁρμὴν τῆς φύσεως, ἂν ἐν καιρῷ γένηται,
δέχεσθαι, μηδὲν περὶ τὰ σώματα τῶν ὀφθαλμῶν
αὐτὰ πραγματευόμενον, ἅτε μηδὲ τῆς ῥύσεως ἦν αἴτια. τὸ
Work
Title: Ǧawāmiʿ kitāb Ǧālīnūs fī firaq al-ṭibb ʿalā l-šarḥ wa-l-talḫīṣ li-l-Iskandarānīyīn
English: Alexandrian Summary of Galen's Book On the Medical Sects
Domains: Medicine
Related to
Title: De Sectis ad eos qui introducuntur
English: On Sects for Beginners
Original: Περὶ αἱρέσεων τοῖς εἰσαγομένοις
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 64-105
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_022.xml [82 Kb]