De Temperamentis (On Mixtures)
Kühn 1821
καὶ γὰρ καὶ τὸ τὴν ἄκραν ἔχον ποιότητα, τὸ στοιχεῖον
αὐτὸ, καὶ τὸ κατ’ ἐπικράτησιν αὐτῆς ὀνομαζόμενον, ἔτι τε τὸ
πρὸς ἕτερον λεγόμενον, ἤτοι πρὸς τὸ σύμμετρον ὁμογενὲς, ἢ
πρὸς ὁτιοῦν τὸ τυχὸν, οὕτω χρὴ καὶ τὸ δυνάμει μὲν θερμὸν,
ἐνεργείᾳ δ’ οὐδέπω, καὶ νοεῖσθαι καὶ δοκιμάζεσθαι πολλαχῶς.
ὅθεν οὐκ ὀρθῶς, εἴ τι μὴ ταχέως ἐκπυροῦται, τοῦτ’
ἔνιοι νομίζουσιν οὐδὲ πρὸς ἡμᾶς εἶναι δυνάμει θερμόν. εἴτε γὰρ
εὔπεπτόν ἐστι, καὶ τρέφει ταχέως, εἴη ἂν ὡς πρὸς ἡμᾶς θερμὸν,
εἴτε θερμαίνει προσφερόμενον ὡς φάρμακον, εἴη ἂν καὶ
τοῦτο δυνάμει θερμὸν ὡς πρὸς ἄνθρωπον. οὕτω δὲ καὶ καθ’
ἕκαστον εἶδος ζώου τὸ δυνάμει θερμὸν, εἴθ’ ὡς φάρμακον,
εἴθ’ ὡς τροφὴ, πρὸς ἐκεῖνο λέγεται μόνον τὸ ζῶον. ἐν γὰρ τῷ
πρός τι τὸ δυνάμει πᾶν, ὥστε καὶ ἡ βάσανος ἡ οἰκεία βελτίων
τῆς ἔξωθεν. οἰκεία δὲ μία καθ’ ἕκαστον, εἰ φαίνοιτο
ταχέως γινόμενον τοιοῦτο, ὁποῖον ἔφαμεν ὑπάρχειν αὐτὸ δυνάμει.
πῦρ μὲν γάρ ἐστι δυνάμει πᾶν, ὅ τι ἂν ταχέως ἐκπυροῦται·
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 509-694
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_025.xml [353 Kb]