De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
δὲ τῆς ξανθῆς χολῆς ἔτι μεῖζον αὐτῷ καὶ νεανικώτερόν
ἐστι τὸ τόλμημα· γεννᾶσθαι γὰρ αὐτὴν ἐν τοῖς χοληδόχοις
ἀγγείοις, οὐ διακρίνεσθαι λέγει. πῶς οὖν τοῖς ἰκτερικοῖς
ἅμ’ ἄμφω συμπίπτει, τὰ μὲν διαχωρήματα μηδόλως ἔχοντα
χολὴν ἐν αὐτοῖς, ἀνάπλεων δὲ αὐτοῖς γινόμενον ὅλον τὸ
σῶμα. ληρεῖν πάλιν ἐνταῦθ’ ἀναγκάζεται τοῖς ἐπὶ τῶν
οὔρων εἰρημένοις παραπλησίως. ληρεῖ δ’ οὐδὲν ἧττον καὶ
περὶ τῆς μελαίνης χολῆς, καὶ τοῦ σπληνὸς, οὔτε, τί ποθ’
ὑφ’ Ἱπποκράτους εἴρηται, συνιεὶς, ἀντιλέγειν τ’ ἐπιχειρῶν
οἷς οὐκ οἶδεν ἐμπλήκτῳ τινὶ καὶ μαινομένῳ στόματι. τί
δὴ τὸ κέρδος ἐκ τῶν τοιούτων δογμάτων εἰς τὰς θεραπείας
ἐκτήσατο; μήτε νεφριτικὸν νόσημα δύνασθαι θεραπεῦσαι,
μήτ’ ἰκτερικὸν, μήτε μελαγχολικὸν, ἀλλὰ καὶ περὶ τοῦ πᾶσιν
ἀνθρώποις, οὐχ Ἱπποκράτει μόνον ὁμολογουμένου τοῦ,
καθαίρειν τῶν φαρμάκων ἔνια μὲν τὴν ξανθὴν χολὴν, ἔνια
δὲ τὴν μέλαιναν, ἄλλα δέ τινα φλέγματα, καί τινα τὸ
λεπτὸν καὶ ὑδατῶδες περίττωμα, μηδὲ περὶ τούτων συγχωρεῖν,
ἀλλ’ ὑπ’ αὐτῶν γε τῶν φαρμάκων γίνεσθαι λέγειν
τοιοῦτον ἕκαστον τῶν κενουμένων, ὥσπερ ὑπὸ τῶν χοληδόχων
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]