De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
ἐν ἅπασι τοῖς ἄλλοις ὑπάρχουσα, μόνοις τοῖς χυμοῖς οὐχ
ὑπάρχει; καὶ μὴν ἥ γε μέλαινα χολὴ τοιοῦτός ἐστι χυμὸς,
ἣν οἱ σωφρονοῦντες ἰατροὶ καὶ φιλόσοφοι πλεονεκτεῖν ἔφασαν
τῶν μὲν ὡρῶν τοῦ ἔτους ἐν φθινοπώρῳ μάλιστα, τῶν
δ’ ἡλικιῶν ἐν ταῖς μετὰ τὴν ἀκμήν. οὕτω δὲ καὶ διαιτήματα
καὶ χωρία καὶ καταστάσεις καὶ νόσους τινὰς
ψυχρὰς καὶ ξηρὰς εἶναί φασιν. οὐ γὰρ δὴ χωλὴν ἐν ταύτῃ
μόνῃ τῇ συζυγίᾳ τὴν φύσιν εἶναι νομίζουσιν, ἀλλ’ ὥσπερ
τὰς ἄλλας τρεῖς, οὕτω καὶ τήνδε διὰ πάντων ἐκτετάσθαι.
ηὐξάμην οὖν κᾀνταῦθ’ ἐρωτῆσαι δύνασθαι τὸν Ἐρασίστρατον,
εἰ μηδὲν ὄργανον ἡ τεχνικὴ φύσις ἐδημιούργησε καθαρτικὸν
τοῦ τοιούτου χυμοῦ, ἀλλὰ τῶν μὲν οὔρων ἄρα
τῆς διακρίσεώς ἐστιν ὄργανα δύο, καὶ τῆς ξανθῆς χολῆς
ἕτερον οὐ σμικρὸν, ὁ δὲ τούτων κακοηθέστερος χυμὸς ἀλᾶται
διὰ παντὸς ἐν ταῖς φλεψὶν ἀναμεμιγμένος τῷ αἵματι.
καίτοι δυσεντερίη, φησί που Ἱπποκράτης, ἢν ἀπὸ χολῆς
μελαίνης ἄρξηται, θανάσιμον. οὐ μὴν ἥ γ’ ἀπὸ τῆς ξανθῆς
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]