Digital Corpus for Graeco-Arabic Studies

Galen: De Instrumento Odoratus (On the Organ of Smell)

Kühn 1821

εἰσπνεῖν, στεγνώσαντες αὐτὴν ὁπωσοῦν, οὐδενὸς τῶν ὀσφρητῶν ἀντιλαμβανόμεθα, καθάπερ γε κᾀπειδὰν ἀνοίξαντες τοὺς μυκτῆρας εἰσπνέωμεν, εὐθέως αἰσθανόμεθα. πότερον οὖν ὁ ὑπαλείφων ἔνδοθεν ἑκάτερον τῶν κατὰ τὴν ῥῖνα πόρων ὑμὴν ἢ χιτὼν (ἀμφοτέρως γὰρ ὀνομάζουσιν αὐτὸν) αἰσθάνεται τῶν ὀσφρητῶν, οὐ γὰρ δὴ τό γε ὀστοῦν αὐτὸ τῆς ῥινὸς ἤ τι τῶν ἔνδον τοῦδε τῶν ὀσμῶν ἐστιν ὄργανον, ἄξιον ἐπισκέψεως. ἂν γοῦν πληρώσῃς τοὺς πόρους εἴτ’ οὖν μύρων τῶν εὐωδῶν ἤ τινος ἄλλου σφοδρὰν ὀσμὴν ἔχοντος, οὐκ αἰσθήσῃ, πρὶν εἰσπνεῦσαι. διὸ καὶ δοκεῖ τισιν ἡ μὲν ῥὶς πόρος εἶναι τῶν ὀσφραντῶν, αὐτὸ δὲ τὸ τῶν ὀσμῶν αἰσθανόμενον σῶμα προσωτέρω που τετάχθαι. καὶ διὰ τοῦτο ἀναγκαῖόν ἐστιν τὰ συνεχῆ τοῖς πόροις τῆς ῥινὸς ἐπίστασθαι σώματα πρὸς τῆς ἀνατομῆς διδαχθέντας· γιγνωσκόντων δ’ οὐ πάντων αὐτὰ, διηγήσασθαι βέλτιον, ὅπως κατεσκεύασται.

Καὶ τοίνυν τῆς ῥινὸς ἐχούσης μέσον διάφραγμα καὶ πόρους ἀξιολόγους δύο, τούτους δὴ τοὺς φαινομένους,

Work

Title: Galen: De Instrumento Odoratus
English: On the Organ of Smell
Original: Περὶ ὀσφρήσεως ὀργάνου

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 2

Pages: 857-886

Publisher: Cnobloch, Leipzig

Download