De Diebus Decretoriis (On Critical Days)
Kühn 1825
ἐν δ’ αὖ τοῖς ἀφορισμοῖς προειπὼν ὡς τὰ ὀξέα τῶν νοσημάτων
κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν, ἑξῆς ἐπιφέρει· τῶν
ἑπτὰ ἡ τετάρτη ἐπίδηλος. ἑτέρας ἑβδομάδος ἡ η΄ ἀρχή. θεωρητὴ
δὲ πάλιν ἡ ια΄. αὕτη γάρ ἐστι τετάρτη τῆς δευτέρας ἑβδομάδος.
θεωρητὴ δὲ πάλιν ἡ ἑπτακαιδεκάτη. αὕτη γάρ ἐστι
τετάρτη μὲν ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης, ἑβδόμη δὲ ἀπὸ τῆς
ια΄. ἐν μὲν δὴ τούτοις ἀμφοτέροις τοῖς συγγράμμασιν ἑβδόμασί
τε καὶ τετράσιν ἀνατίθησιν ἁπάσας τῶν κρισίμων ἡμερῶν
τὰς περιόδους· ἐν δ’ αὖ τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἁπασῶν
ἐφεξῆς μνημονεύει γράφων ᾧδε· ἔστι δὲ πρώτη κρίσιμος τῶν
περιόδων τῶν ἐν ἀρτίῃσι κρινουσῶν τετάρτη, στ΄, ι΄, ιδ΄, ιη΄,
κ΄, κδ΄, κη΄, λ΄, λδ΄ μ΄, ξ΄, π΄, ρ΄, ρκ΄, τῶν δὲ ἐν τῇσι περισσῇσι
περιόδοισι κρινουσῶν πρώτη γ΄, ε΄, ζ΄, θ΄, ια΄, ιζ΄,
κα΄, κζ΄, λα΄. δῆλος οὖν ἐστιν ὁ Ἱπποκράτης ἁπάσας ἐν
τούτῳ τῷ λόγῳ τὰς κρινούσας περιλαβὼν ἡμέρας· ὑπομνήματι
Work
Title: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Volume: 9
Pages: 761-941
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_019.xml [357 Kb]