De Diebus Decretoriis (On Critical Days)
Kühn 1825
γὰρ ἡ τοιαύτη παρασκευὴ προσήκουσα. δέδεικται γὰρ ἡμῖν
πολλάκις ὡς πρότερον γέγραπται τῶν ἐπιδημιῶν βιβλία τοῦ
τε προγνωστικοῦ καὶ τῶν ἀφορισμῶν, ὅτι δύναμιν ὑπομνημάτων
ἔχει. κατὰ λόγον οὖν ἐνταῦθα ἁπάσας μὲν ἔγραψε τὰς
κρισίμους. ἡμέρας. ἐν ἐκείνοις δὲ μόνας τὰς μεγίστην δύναμιν
ἐχούσας καὶ τῷ λόγῳ τῆς αὐτῶν φύσεως ἀποτελουμένας, ὡς
ἐν τοῖς ἐφεξῆς ἀποδείξομεν, ἔτι τε πρὸς τούτοις οὐ σμικρὰν
χρείαν εἰς τὴν τῆς μελλούσης ἀκμῆς τε καὶ κρίσεως πρόγνωσιν
παρεχομένας. διὰ τίνα μὲν οὖν αἰτίαν ὁ Ἱπποκράτης οὐ μίαν
ἐν ἅπασι τοῖς βιβλίοις ἐποιήσατο κρισίμων ἡμερῶν διδασκαλίαν
ἤδη δέδεικται σαφῶς. οὐκ ἄδηλον δὲ οὐδὲ διότι τοῖς
ἄλλοις ἰατροῖς εἰς διαφωνίαν ἀφικέσθαι συνέβη περὶ τῶν κρισίμων
ἡμερῶν. οἱ μὲν γὰρ ὅτι διττὴ φύσις αὐτῶν ἐστιν
οὐδ’ ὅλως ἐνόησαν, οἱ δὲ τὴν ἀρχὴν οὐδὲ παρεφύλαξαν,
ἀλλὰ τῷ λόγῳ τὸ σύμπαν ἐπέτρεψαν. ἔνιοι δὲ ἐπὶ μὲν τὸ διὰ
τῆς πείρας ἐξευρεῖν αὐτὰς ἧκον, ἀλλ’ ἐσφάλησαν διττῶς, ἢ
τῷ μηδὲν ὅλως διορίζεσθαι πρὸ τῆς πείρας, ἢ τῷ προπετέστερον
ἀποφαίνεσθαι.
Work
Title: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Volume: 9
Pages: 761-941
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_019.xml [357 Kb]