Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

καὶ οἱ παροξυσμοί. νόησον δή μοι τοιοῦτόν τι συμβαῖνον ἐπὶ τῆς φύσεως, οἷον ἤδη συνέπεσεν ἀνθρώποις ἀσθενέσι προπηλακισθεῖσιν ὑπό τινων ἰσχυροτέρων ἐξορμῆσαι πρὸ τοῦ δέοντος, ἀπαρασκευάστοις τε μαχομένοις ἡττηθῆναι. καὶ μὴν καὶ φορτίον ἀποθέσθαι τις βουλόμενος ἄκων ἐνίοτε συγκατέπεσεν αὐτῷ, καί τις σφοδρότερον θέων, εἶτ’ οὐκ ἐπισχεῖν ἑαυτὸν δυνηθεὶς, ἄκων ἠνέχθη κατὰ φάραγγος. ἅπαντα ταῦτα παραδείγματα κακῶν ἐστι κρίσεων, ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἐν τοῖς περὶ κρίσεων ἐροῦμεν, εἰρήσεται δὲ καὶ νῦν ἀναγκαῖον, οἷόν τι καὶ τῷ προεκρήγνυσθαι βούλεται δηλοῦν ὁ Ἱπποκράτης, ἐξηγήσασθαί μου προελομένου. καὶ γὰρ ἀδύνατόν ἐστι περὶ κρισίμων ἡμερῶν ἐπιχειρήσαντά τι διέρχεσθαι μὴ καὶ περὶ κρίσεως εἰπεῖν τι, ἢ καὶ περὶ κρίσεως διδάσκοντα μὴ καὶ περὶ κρισίμων ἡμερῶν διελθεῖν, ἀλλ’ ἐπανάγειν χρὴ τὸν λόγον ἐπὶ τὸ προκείμενον ἀεὶ καὶ τοσοῦτον ἅπτεσθαι τῶν παρακειμένων ὅσον ἀναγκαῖον. ἓν δή τι τῶν ἐρεθιζόντων τὴν φύσιν ἐστὶ καὶ οἷον προπηλακιζόντων ὁ παροξυσμὸς, οὐκ ἐπιτρέπων

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]