Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

φύσις, ἐχρῆν, εἴ γε καὶ χωρὶς ἱδρώτων πολλῶν καὶ χρηστῶν ἀπήντησε, πιστὴν ὑπάρχειν αὐτήν. ὅπως δ’ ἐστὶ ληρώδης ὁ λόγος, ἐγὼ μὲν οὐδ’ ἐπιδεικνύναι τὴν ἀρχὴν ἠβουλήθην, ἀλλ’ ἕκαστον τῶν εἰς ἰατροὺς φοιτώντων εἰς τοσοῦτον προπεπαιδεῦσθαι πρὶν φοιτᾷν, ὡς τὰ γοῦν οὕτω πρόδηλα σοφίσματα διαγινώσκειν δύνασθαι. ταχὺ γὰρ ὁ τοιοῦτος λῆρος ἀνατρέπει πᾶν βοήθημα, μήτε φλεβοτομίαν ποτὲ βοηθεῖν ἀποφαίνων· εἴπερ γὰρ ἐβοήθει, τί δή ποτ’ οὖν οὐκ εὐθέως εἰς βαλανεῖον ἀπολύομεν τοὺς φλεβοτομηθέντας ἀδεῶς τε διαιτᾶσθαι κελεύομεν, ἀλλ’ ἐπὶ τῆς κλίνης συνέχομεν καὶ λεπτῶς διαιτῶμεν; ἀλλὰ μηδὲ κατάπλασμα· καὶ γὰρ ἂν καὶ τοῦτο καὶ τοὺς ἐμπιπλαμένους τε καὶ λουομένους καὶ μεθυσκομένους ὠφελεῖ· ἀλλὰ μηδὲ κλυστῆρα μηδ’ ἄλλο τῶν πάντων οὐδέν· ὅμοιος γὰρ ὁ λῆρος. ἀλλ’ ἐπειδὴ τέχνην οὕτω θαυμαστὴν καὶ μεγάλην ἀντὶ τῶν Ἀσκληπιαδῶν τῶν πάλαι νῦν ἐριουργοί τε καὶ τελῶναι μετέρχονται, χρὴ δή που καὶ ἡμᾶς ἐπαμύνειν αὐτῇ προπηλακιζομένῃ καὶ λέγειν ὡς εἴτε αἴτιον, εἴτε σημεῖον ὁτιοῦν, εἰ μὲν ἓν ἑνὸς ἢ ποιητικὸν, ἢ δηλωτικὸν

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]