Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ὑλακτοῦντες, ἔφοδοί τε λῃστῶν καὶ κατάπτωσις οἰκίας καὶ καταῤῥυὲν ὕδωρ καὶ ποταμὸς ἐπελθὼν, ἐμπρησμοί τε καὶ πληγαὶ καὶ πάνθ’ ὅσα τοιαῦτα, τῶν ἔξωθέν ἐστιν ἅπαντα. ταῦτ’ οὖν τὰ γένη τὰ τέσσαρα καὶ πολυειδῆ κατὰ μέρος ὑπάρχοντα ταῖς τῆς φύσεως κινήσεσιν ἐμποδὼν ἱστάμενα διαφθείρει πολλάκις τὴν τάξιν τῶν περιόδων. ἐπεί τοι τῆς τετάρτης ἐναργὲς σημεῖον ἐνεγκούσης κριτικὸν, εἰ μήθ’ ὁ ἰατρὸς ἁμάρτοι τι μήθ’ ὁ κάμνων μήτε τῶν ὑπηρετουμένων μηδεὶς, ἀλλὰ μηδὲ τῶν ἔξωθέν τι πλημμεληθείη, κατὰ τὴν ἑβδόμην ἡμέραν ἐξ ἀνάγκης ἡ κρίσις ἀπαντήσεται. δῆλον οὖν ἐστιν ὡς οὐκ ἄλλος μέν τίς ἐστιν ὁ ἀκριβῶς προγνωσόμενος, ἄλλος δέ τις ὁ διαιτήσων ὀρθῶς, ἀλλ’ εἰς τὸν αὐτὸν ἀναγκαῖον ἄμφω συνελθεῖν, εἰ μὴ μέλλοι διαφθείρεσθαι θάτερον ὑπὸ θατέρου. ὅτι μὲν γὰρ ἁμαρτηθὲν ὁτιοῦν τῶν κατὰ τὴν δίαιταν, οὕτω δὲ ὀνομάζω νῦν ἅπασαν τῆς νόσου τὴν ἐπιμέλειαν, ἐμποδίζει τὴν κρίσιν ἱκανῶς ἐπιδέδεικται· ὅτι δ’ οὐδὲ διαιτῆσαι καλῶς οἷόν τε χωρὶς τοῦ προγνῶναι τήν τ’ ἀκμὴν τῆς νόσου καὶ τὴν κρίσιν ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου δείκνυται γράμμασιν. εἴπερ οὖν ἀλλήλων δεῖται ταῦτα διὰ παντὸς, οὐκ ἄλλος μέν τις

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]