De Uteri Dissectione (On the Anatomy of the Uterus)
Kühn 1821
ἐνδὸν μέρη τραχύς ἐστιν ἱκανῶς, καὶ τοιοῦτος δὲ μάλιστα κατὰ τὸν πυθμένα· ὁ δὲ περικείμενος αὐτῷ ὁ νευρώδης παχύτερος πολλῷ τοῦ τῆς κύστεως χιτῶνος, καὶ φλεψὶ πολλαῖς καὶ ἀρτηρίαις διειλημμένος.
Ὁ δὲ αὐχὴν τῆς μήτρας, μυώδης ὢν, ἐκ σαρκὸς γέγονε σκληρᾶς τε καὶ χονδρώδους, καὶ ἀεὶ σκληρότερος ἑαυτοῦ γίνεται καὶ χονδρώδης τῷ χρόνῳ, ὥστε, ὅσαι πολλά γε ἐκύησαν, ἢ πρεσβύτιδες ἤδη εἰσὶν, ἱκανῶς ταύταις ὁ αὐχὴν σκληρός τε καὶ χονδρώδης. εἰκάζει δὲ αὐτοῦ τὴν φύσιν ὁ Ἡρόφιλος βρόγχου τῷ ἄκρῳ. τρῆμα δὲ ἔχει ὁ αὐχὴν οὗτος, δι’ οὗ κενοῦται μὲν τὸ θῆλυ τὰ ἐπιμήνια, λαμβάνει δὲ πρὸς ἑαυτὴν ἡ γυνὴ τοῦ ἄῤῥενος τὴν γονὴν, ἔξεισί τε τῆς μήτρας δι’ αὐτοῦ τὸ ἔμβρυον. ἄπιστον γὰρ ὁ πόρος οὗτος εὐρύτητος κατὰ καιρὸν παραλλάττει, ὃς πυρῆνα μὲν μήλης ἐπιδέχεται, ἢ βραχύ τι τούτου παχύτερον ἐν τῷ ἄλλῳ παντὶ χρόνῳ· κυούσης δὲ τῆς γυναικὸς, σφόδρα μέμυκε, καὶ οὐδὲν ἂν παραδέξαιτο.
Work
Title: De Uteri Dissectione
English: On the Anatomy of the Uterus
Original: Περὶ μήτρας ἀνατομῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 887-908
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_031.xml [42 Kb]