De Foetuum Formatione (On the Formation of the Foetus)
Kühn 1822
φαίνεται τῇ τῆς καρδίας ἀριστερᾷ κοιλίᾳ συνημμένη. οὐ μὴν,
ὥσπερ ἐπὶ τῆς τοῦ ἥπατος γενέσεως οὐδὲν ὑπολείπεται ζήτημα,
κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς καρδίας φαίνεται.
τὸ μὲν γὰρ ἧπαρ, ἐπὶ θατέρῳ μέρει τῆς ἐξ ὀμφαλοῦ φερομένης
φλεβὸς σχισθὲν πολυειδῶς, τὴν πολυειδῆ διάφυσίν τε
καὶ παράφυσιν ἔσχε· τῇ καρδίᾳ δὲ τὴν ὕλην, ἐξ ἧς τὴν
γένεσιν ἕξει, παρὰ τῆς κυούσης ἤτοι διὰ τῶν ἀρτηριῶν
ἀναγκαῖόν ἐστιν ἢ διὰ μέσου τοῦ ἥπατος χορηγεῖσθαι κατὰ
τὴν ἐξ αὐτοῦ φερομένην φλέβα μετέωρον εἰς τὴν τῶν ἄνω
τοῦδε τοῦ σπλάγχνου μορίων γένεσιν. μακρὸς δ’ ἂν οὗτος
ὁ χρόνος εἴη, καὶ οὐκ εὐθέως ἅμα ταῖς πρώταις ἡμέραις,
ἐν αἷς τὸ ἧπαρ ἀρχὴν ἴσχει τῆς γενέσεως, ὀλίγον ἀπέχει τοῦ
τῆς μήτρας σώματος. ὃ γὰρ ὑποφαίνεσθαι στρογγύλον,
ἐρυθρὸν, ἔνδον τοῦ χορίου κατὰ τὴν ἑκταίαν γονὴν Ἱπποκράτης
ἔφη, τοῦτ’ ἂν εἴη τὸ ἧπαρ ἀδιάρθρωτον ἔτι καὶ
ἀδιάπλαστον. ἔν γε μὴν ταῖς ὑπὲρ τὰς τριάκονθ’ ἡμέρας
τῶν ἐμβρύων ἐκτρώσεσιν ἐγγὺς ἀλλήλων σαφῶς φαίνεται τὰ
τρία ταῦτα τοῦ ζώου μόρια, τό θ’ ἧπαρ καὶ ἡ καρδία καὶ
ὁ ἐγκέφαλος, μεῖζον μὲν ἀμφοῖν τῶν ἑτέρων τὸ ἧπαρ, ἀπολειπόμενα
Work
Title: De Foetuum Formatione
English: On the Formation of the Foetus
Original: Περὶ κυουμένων διαπλάσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Series: Claudii Galeni Opera Omnia
Volume: 4
Pages: 652-702
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_037.xml [102 Kb]