Digital Corpus for Graeco-Arabic Studies

Galen: De Foetuum Formatione (On the Formation of the Foetus)

Kühn 1822

δ’ αὐτοῦ πάμπολυ κατὰ μέγεθος ἥ τε καρδία καὶ ὁ ἐγκέφαλος. οὐ μὴν ὁπηνίκα γε πρώτη ἡ καρδία τὴν ἀρχὴν τῆς διαπλάσεως ἔχει, δυνατὸν εὑρεῖν· αἵ τε γὰρ ἀμβλώσεις αἱ κατὰ τὸν πρῶτον μῆνα γιγνόμεναι σαφὲς οὐδὲν διδάσκουσιν, ἥ τ’ ἐπὶ τῶν ὁμοίων ἀνθρώποις ζώων ἀνατομὴ κατὰ τὸν αὐτὸν τρόπον οὐδ’ αὐτή τι δηλοῖ βέβαιον, ἔστ’ ἂν ἀδιάρθρωτον ᾖ τὸ κύημα. διαρθροῦσθαι δ’ ἀρξαμένου, τῶν μὲν ἄλλων μορίων τὰ πλεῖστα περιγραφὴν οὐδεμίαν ἴσχει σαφῆ, μόνα δ’ ἀλλήλοις ἐγγὺς ὁρᾶται τρία ταῦτα, καθάπερ ἀρτίως εἶπον, ἥ τε καρδία καὶ ὁ ἐγκέφαλος καὶ τὸ ἧπαρ. κατ’ ἀρχὰς μὲν οὖν, ἡνίκα τὰ περὶ σπέρματος ὑπομνήματα γράφων ἠναγκάσθην καὶ περὶ τῆς κατὰ τὸν χρόνον τάξεως ἑκάστου τῶν μορίων τῆς διαπλάσεως εἰπεῖν τι, τὴν καρδίαν ἔφην ὁμοίως τῷ ἥπατι κατὰ τὰς πρώτας ἡμέρας τῆς κυήσεως οἷον κρηπῖδά τινα τῆς γενέσεως ἴσχειν, ἐκ τῆς ἐπὶ τῶν τελείων χρείας αὐτῆς ἀξιολογωτάτης οὔσης ἐπὶ τὸν λογισμὸν τοῦτον ἀγόμενος. ὡς δὲ τοῖς ἄλλοις ἅπασιν ἰατροῖς τε καὶ φιλοσόφοις εὗρον ἀρέσκον ὁμοίως τοῖς φυτοῖς ἄχρι τῆς σαφοῦς διαπλάσεως

Work

Title: Galen: De Foetuum Formatione
English: On the Formation of the Foetus
Original: Περὶ κυουμένων διαπλάσεως

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1822

Series: Claudii Galeni Opera Omnia

Volume: 4

Pages: 652-702

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_037.xml [102 Kb]